1Cor 11:1-34
1 Corinthians 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1μιμηταί
μου
γίνεσθε,
καθὼς
κἀγὼ
Χριστοῦ.
2ἐπαινῶ
δὲ
ὑμᾶς
ὅτι
πάντα
μου
μέμνησθε
καί,
καθὼς
παρέδωκα
ὑμῖν
τὰς
παραδόσεις
κατέχετε.
3θέλω
δὲ
ὑμᾶς
εἰδέναι·
ὅτι
παντὸς
ἀνδρὸς
ἡ
κεφαλὴ
ὁ
Χριστός
ἐστιν,
κεφαλὴ
δὲ
γυναικὸς
ὁ
ἀνήρ,
κεφαλὴ
δὲ
τοῦ
Χριστοῦ
ὁ
θεός.
4πᾶς
ἀνὴρ
προσευχόμενος
ἢ
προφητεύων
κατὰ
κεφαλῆς
ἔχων
καταισχύνει
τὴν
κεφαλὴν
αὐτοῦ.
5πᾶσα
δὲ
γυνὴ
προσευχομένη
ἢ
προφητεύουσα
ἀκατακαλύπτῳ
τῇ
κεφαλῇ
καταισχύνει
τὴν
κεφαλὴν
αὐτῆς,
ἓν
γάρ
ἐστιν
καὶ
τὸ
αὐτὸ
τῇ
ἐξυρημένῃ.
6εἰ
γὰρ
οὐ
κατακαλύπτεται
γυνή,
καὶ
κειράσθω·
εἰ
δὲ
αἰσχρὸν
γυναικὶ
τὸ
κείρασθαι
ἢ
ξυρᾶσθαι,
κατακαλυπτέσθω.
7ἀνὴρ
μὲν
γὰρ
οὐκ
ὀφείλει
κατακαλύπτεσθαι
τὴν
κεφαλήν,
εἰκὼν
καὶ
δόξα
θεοῦ
ὑπάρχων·
ἡ
γυνὴ
δὲ
δόξα
ἀνδρός
ἐστιν.
8οὐ
γάρ
ἐστιν
ἀνὴρ
ἐκ
γυναικός,
ἀλλὰ
γυνὴ
ἐξ
ἀνδρός.
9καὶ
γὰρ
οὐκ
ἐκτίσθη
ἀνὴρ
διὰ
τὴν
γυναῖκα,
ἀλλὰ
γυνὴ
διὰ
τὸν
ἄνδρα.
10διὰ
τοῦτο,
ὀφείλει
ἡ
γυνὴ
ἐξουσίαν
ἔχειν
ἐπὶ
τῆς
κεφαλῆς,
διὰ
τοὺς
ἀγγέλους.
11πλήν,
οὔτε
γυνὴ
χωρὶς
ἀνδρός,
οὔτε
ἀνὴρ
χωρὶς
γυναικός,
ἐν
κυρίῳ·
12ὥσπερ
γὰρ
ἡ
γυνὴ
ἐκ
τοῦ
ἀνδρός,
οὕτως
καὶ
ὁ
ἀνὴρ
διὰ
τῆς
γυναικός,
τὰ
δὲ
πάντα
ἐκ
τοῦ
θεοῦ.
13ἐν
ὑμῖν
αὐτοῖς
κρίνατε·
πρέπον
ἐστὶν
γυναῖκα
ἀκατακάλυπτον
τῷ
θεῷ
προσεύχεσθαι;
14οὐδὲ
ἡ
φύσις
αὐτὴ
διδάσκει
ὑμᾶς
ὅτι
ἀνὴρ
μὲν
ἐὰν
κομᾷ
ἀτιμία
αὐτῷ
ἐστίν;
15γυνὴ
δὲ
ἐὰν
κομᾷ
δόξα
αὐτῇ
ἐστίν;
ὅτι
ἡ
κόμη
ἀντὶ
περιβολαίου
δέδοται
αὐτῇ.
16εἰ
δέ
τις
δοκεῖ
φιλόνεικος
εἶναι,
ἡμεῖς
τοιαύτην
συνήθειαν
οὐκ
ἔχομεν,
οὐδὲ
αἱ
ἐκκλησίαι
τοῦ
θεοῦ.
17τοῦτο
δὲ
παραγγέλλων,
οὐκ
ἐπαινῶ·
ὅτι
οὐκ
εἰς
τὸ
κρεῖσσον
ἀλλὰ
εἰς
τὸ
ἧσσον
συνέρχεσθε.
18πρῶτον
μὲν
γάρ,
συνερχομένων
ὑμῶν
ἐν
ἐκκλησίᾳ
ἀκούω
σχίσματα
ἐν
ὑμῖν
ὑπάρχειν,
καὶ
μέρος
τι
πιστεύω.
19δεῖ
γάρ,
καί,
αἱρέσεις
ἐν
ὑμῖν
εἶναι
ἵνα
καὶ
οἱ
δόκιμοι
φανεροὶ
γένωνται
ἐν
ὑμῖν.
20συνερχομένων
οὖν
ὑμῶν
ἐπὶ
τὸ
αὐτό,
οὐκ
ἔστιν
κυριακὸν
δεῖπνον
φαγεῖν.
21ἕκαστος
γὰρ
τὸ
ἴδιον
δεῖπνον
προλαμβάνει
ἐν
τῷ
φαγεῖν·
καί,
ὃς
μὲν
πεινᾷ
ὃς
δὲ
μεθύει.
22μὴ
γὰρ
οἰκίας
οὐκ
ἔχετε
εἰς
τὸ
ἐσθίειν
καὶ
πίνειν;
ἢ
τῆς
ἐκκλησίας
τοῦ
θεοῦ
καταφρονεῖτε,
καὶ
καταισχύνετε
τοὺς
μὴ
ἔχοντας;
τί
εἴπω
ὑμῖν;
ἐπαινέσω
ὑμᾶς;
ἐν
τούτῳ
οὐκ
ἐπαινῶ.
23ἐγὼ
γὰρ
παρέλαβον
ἀπὸ
τοῦ
κυρίου
ὃ
καὶ
παρέδωκα
ὑμῖν·
ὅτι
ὁ
κύριος
Ἰησοῦς
ἐν
τῇ
νυκτὶ
ᾗ
παρεδίδετο,
ἔλαβεν
ἄρτον
24καὶ
εὐχαριστήσας.
ἔκλασεν
καὶ
εἶπεν,
Τοῦτό
μού
ἐστιν
τὸ
σῶμα,
τὸ
ὑπὲρ
ὑμῶν·
τοῦτο
ποιεῖτε
εἰς
τὴν
ἐμὴν
ἀνάμνησιν.
25ὡσαύτως
καί,
τὸ
ποτήριον
μετὰ
τὸ
δειπνῆσαι,
λέγων,
Τοῦτο
τὸ
ποτήριον
ἡ
καινὴ
διαθήκη
ἐστίν—
ἐν
τῷ
ἐμῷ
αἵματι.
τοῦτο
ποιεῖτε
ὁσάκις
ἐὰν
πίνητε
εἰς
τὴν
ἐμὴν
ἀνάμνησιν.
26ὁσάκις
γὰρ
ἐὰν
ἐσθίητε
τὸν
ἄρτον
τοῦτον
καὶ
τὸ
ποτήριον
πίνητε,
τὸν
θάνατον
τοῦ
κυρίου
καταγγέλλετε
ἄχρι
οὗ
ἔλθῃ.
27ὥστε
ὃς
ἂν
ἐσθίῃ
τὸν
ἄρτον
ἢ
πίνῃ
τὸ
ποτήριον
τοῦ
κυρίου
ἀναξίως
ἔνοχος
ἔσται
τοῦ
σώματος
καὶ
τοῦ
αἵματος
τοῦ
κυρίου.
28δοκιμαζέτω
δὲ
ἄνθρωπος
ἑαυτὸν
καὶ
οὕτως
ἐκ
τοῦ
ἄρτου
ἐσθιέτω
καὶ
ἐκ
τοῦ
ποτηρίου
πινέτω.
29ὁ
γὰρ
ἐσθίων
καὶ
πίνων
κρίμα
ἑαυτῷ,
ἐσθίει
καὶ
πίνει
μὴ
διακρίνων
τὸ
σῶμα.
30διὰ
τοῦτο
ἐν
ὑμῖν
πολλοὶ
ἀσθενεῖς
καὶ
ἄρρωστοι
καὶ
κοιμῶνται
ἱκανοί.
31εἰ
δὲ
ἑαυτοὺς
διεκρίνομεν,
οὐκ
ἂν
ἐκρινόμεθα·
32κρινόμενοι
δὲ
ὑπὸ
τοῦ
κυρίου,
παιδευόμεθα
ἵνα
μὴ
σὺν
τῷ
κόσμῳ
κατακριθῶμεν.
33ὥστε,
ἀδελφοί
μου,
συνερχόμενοι
εἰς
τὸ
φαγεῖν,
ἀλλήλους
ἐκδέχεσθε.
34εἴ
τις
πεινᾷ,
ἐν
οἴκῳ
ἐσθιέτω
ἵνα
μὴ
εἰς
κρίμα
συνέρχησθε.
τὰ
δὲ
λοιπὰ
ὡς
ἂν
ἔλθω
διατάξομαι.