1Cor 5:1-13
1 Corinthians 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ὅλως
ἀκούεται
ἐν
ὑμῖν
πορνεία—
καὶ
τοιαύτη
πορνεία
ἥτις
οὐδὲ
ἐν
τοῖς
ἔθνεσιν.
ὥστε
γυναῖκά
τινα
τοῦ
πατρὸς
ἔχειν.
2καὶ
ὑμεῖς
πεφυσιωμένοι
ἐστέ,
καὶ
οὐχὶ
μᾶλλον
ἐπενθήσατε·
ἵνα
ἀρθῇ
ἐκ
μέσου
ὑμῶν
ὁ
τὸ
ἔργον
τοῦτο
πράξας.
3ἐγὼ
μὲν
γὰρ
ἀπὼν
τῷ
σώματι,
παρὼν
δὲ
τῷ
πνεύματι·
ἤδη
κέκρικα,
ὡς
παρών,
τὸν
οὕτως
τοῦτο
κατεργασάμενον
4ἐν
τῷ
ὀνόματι
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ·
συναχθέντων
ὑμῶν.
καὶ
τοῦ
ἐμοῦ
πνεύματος,
σὺν
τῇ
δυνάμει
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ.
5παραδοῦναι
τὸν
τοιοῦτον
τῷ
Σατανᾷ
εἰς
ὄλεθρον
τῆς
σαρκὸς
ἵνα
τὸ
πνεῦμα
σωθῇ
ἐν
τῇ
ἡμέρᾳ
τοῦ
κυρίου.
6οὐ
καλὸν
τὸ
καύχημα
ὑμῶν.
οὐκ
οἴδατε
ὅτι
μικρὰ
ζύμη
ὅλον
τὸ
φύραμα
ζυμοῖ;
7ἐκκαθάρατε
τὴν
παλαιὰν
ζύμην·
ἵνα
ἦτε
νέον
φύραμα,
καθώς
ἐστε
ἄζυμοι.
καὶ
γὰρ
τὸ
πάσχα
ἡμῶν,
ἐτύθη,
Χριστός.
8ὥστε
ἑορτάζωμεν,
μὴ
ἐν
ζύμῃ
παλαιᾷ
μηδὲ
ἐν
ζύμῃ
κακίας
καὶ
πονηρίας,
ἀλλ᾽
ἐν
ἀζύμοις
εἰλικρινείας
καὶ
ἀληθείας.
9ἔγραψα
ὑμῖν
ἐν
τῇ
ἐπιστολῇ,
μὴ
συναναμίγνυσθαι
πόρνοις·
10οὐ
πάντως
τοῖς
πόρνοις
τοῦ
κόσμου
τούτου,
ἢ
τοῖς
πλεονέκταις,
καὶ
ἅρπαξιν
ἢ
εἰδωλολάτραις.
ἐπεὶ
ὠφείλετε
ἄρα
ἐκ
τοῦ
κόσμου
ἐξελθεῖν.
11νῦν
δὲ
ἔγραψα
ὑμῖν
μὴ
συναναμίγνυσθαι
ἐάν
τις
ἀδελφὸς
ὀνομαζόμενος
ᾖ
πόρνος,
ἢ
πλεονέκτης,
ἢ
εἰδωλολάτρης,
ἢ
λοίδορος,
ἢ
μέθυσος,
ἢ
ἅρπαξ·
τῷ
τοιούτῳ
μηδὲ
συνεσθίειν.
12τί
γάρ
μοι
τοὺς
ἔξω
κρίνειν,
οὐχὶ
τοὺς
ἔσω
ὑμεῖς
κρίνετε.
13τοὺς
δὲ
ἔξω
ὁ
θεὸς
κρινεῖ·
Ἐξάρατε
τὸν
πονηρὸν
ἐξ
ὑμῶν
αὐτῶν.