1Cor 1:1-31
1 Corinthians 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
κλητὸς
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ
διὰ
θελήματος
θεοῦ,
καὶ
Σωσθένης
ὁ
ἀδελφός·
2τῇ
ἐκκλησίᾳ
τοῦ
θεοῦ
τῇ
οὔσῃ
ἐν
Κορίνθῳ,
ἡγιασμένοις
ἐν
Χριστῷ
Ἰησοῦ,
κλητοῖς
ἁγίοις,
σὺν
πᾶσιν
τοῖς
ἐπικαλουμένοις
τὸ
ὄνομα
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
ἐν
παντὶ
τόπῳ,
αὐτῶν
καὶ
ἡμῶν·
3χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
4εὐχαριστῶ
τῷ
θεῷ
μου
πάντοτε
περὶ
ὑμῶν
ἐπὶ
τῇ
χάριτι
τοῦ
θεοῦ,
τῇ
δοθείσῃ
ὑμῖν
ἐν
Χριστῷ
Ἰησοῦ·
5ὅτι
ἐν
παντὶ
ἐπλουτίσθητε,
ἐν
αὐτῷ—
ἐν
παντὶ
λόγῳ
καὶ
πάσῃ
γνώσει·
6καθὼς
τὸ
μαρτύριον
τοῦ
Χριστοῦ
ἐβεβαιώθη
ἐν
ὑμῖν·
7ὥστε
ὑμᾶς
μὴ
ὑστερεῖσθαι
ἐν
μηδενὶ
χαρίσματι
ἀπεκδεχομένους
τὴν
ἀποκάλυψιν
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ·
8ὃς
καὶ
βεβαιώσει
ὑμᾶς
ἕως
τέλους
ἀνεγκλήτους
ἐν
τῇ
ἡμέρᾳ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ.
9πιστὸς
ὁ
θεός,
δι᾽
οὗ
ἐκλήθητε
εἰς
κοινωνίαν
τοῦ
υἱοῦ
αὐτοῦ,
Ἰησοῦ
Χριστοῦ
τοῦ
κυρίου
ἡμῶν.
10παρακαλῶ
δὲ
ὑμᾶς,
ἀδελφοί,
διὰ
τοῦ
ὀνόματος
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ,
ἵνα
τὸ
αὐτὸ
λέγητε
πάντες,
καὶ
μὴ
ᾖ
ἐν
ὑμῖν
σχίσματα·
ἦτε
δέ,
κατηρτισμένοι
ἐν
τῷ
αὐτῷ
νοὶ̈
καὶ
ἐν
τῇ
αὐτῇ
γνώμῃ.
11ἐδηλώθη
γάρ
μοι
περὶ
ὑμῶν,
ἀδελφοί
μου·
ὑπὸ
τῶν
Χλόης
ὅτι
ἔριδες
ἐν
ὑμῖν
εἰσίν.
12λέγω
δὲ
τοῦτο
ὅτι
ἕκαστος
ὑμῶν
λέγει,
Ἐγὼ
μέν
εἰμι
Παύλου·
Ἐγὼ
δὲ
Ἀπολλώ,
Ἐγὼ
δὲ
Κηφᾶ,
Ἐγὼ
δὲ
Χριστοῦ.
13μεμέρισται
ὁ
Χριστός;
μὴ
Παῦλος
ἐσταυρώθη
ὑπὲρ
ὑμῶν;
ἢ
εἰς
τὸ
ὄνομα
Παύλου
ἐβαπτίσθητε;
14εὐχαριστῶ
ὅτι
οὐδένα
ὑμῶν
ἐβάπτισα
εἰ
μὴ
Κρίσπον
καὶ
Γάϊον,
15ἵνα
μή
τις
εἴπῃ
ὅτι
εἰς
τὸ
ἐμὸν
ὄνομα
ἐβαπτίσθητε.
16(ἐβάπτισα
δὲ
καὶ
τὸν
Στεφανᾶ
οἶκον,
λοιπὸν
οὐκ
οἶδα
εἴ
τινα
ἄλλον
ἐβάπτισα.)
17οὐ
γὰρ
ἀπέστειλέν
με
Χριστὸς
βαπτίζειν,
ἀλλὰ
εὐαγγελίζεσθαι—
οὐκ
ἐν
σοφίᾳ
λόγου,
ἵνα
μὴ
κενωθῇ
ὁ
σταυρὸς
τοῦ
Χριστοῦ.
18ὁ
λόγος
γὰρ
ὁ
τοῦ
σταυροῦ
τοῖς
μὲν
ἀπολλυμένοις
μωρία
ἐστίν·
τοῖς
δὲ
σῳζομένοις
ἡμῖν
δύναμις
θεοῦ
ἐστίν.
19γέγραπται
γάρ,
Ἀπολῶ
τὴν
σοφίαν
τῶν
σοφῶν
καὶ
τὴν
σύνεσιν
τῶν
συνετῶν
ἀθετήσω.
20ποῦ
σοφός,
ποῦ
γραμματεύς,
ποῦ
συζητητὴς
τοῦ
αἰῶνος
τούτου;
οὐχὶ
ἐμώρανεν
ὁ
θεὸς
τὴν
σοφίαν
τοῦ
κόσμου;
21ἐπειδὴ
γὰρ
ἐν
τῇ
σοφίᾳ
τοῦ
θεοῦ
οὐκ
ἔγνω
ὁ
κόσμος
διὰ
τῆς
σοφίας
τὸν
θεόν,
εὐδόκησεν
ὁ
θεὸς
διὰ
τῆς
μωρίας
τοῦ
κηρύγματος
σῶσαι
τοὺς
πιστεύοντας.
22ἐπειδὴ
καὶ
Ἰουδαῖοι
σημεῖα
αἰτοῦσιν·
καὶ
̔Έλληνες
σοφίαν
ζητοῦσιν.
23ἡμεῖς
δὲ
κηρύσσομεν
Χριστὸν
ἐσταυρωμένον,
Ἰουδαίοις
μὲν
σκάνδαλον,
ἔθνεσιν
δὲ
μωρίαν·
24αὐτοῖς
δὲ
τοῖς
κλητοῖς,
Ἰουδαίοις
τε
καὶ
̔Έλλησιν,
Χριστὸν
θεοῦ
δύναμιν
καὶ
θεοῦ
σοφίαν.
25ὅτι
τό
Μωρόν,
τοῦ
θεοῦ
σοφώτερον
τῶν
ἀνθρώπων
ἐστίν,
καὶ
τό
Ἀσθενές,
τοῦ
θεοῦ
ἰσχυρότερον
τῶν
ἀνθρώπων.
26βλέπετε
γάρ,
τὴν
κλῆσιν
ὑμῶν,
ἀδελφοί,
ὅτι
οὐ
πολλοὶ
σοφοὶ
κατὰ
σάρκα,
οὐ
πολλοὶ
δυνατοί,
οὐ
πολλοὶ
εὐγενεῖς·
27ἀλλά,
τὰ
μωρὰ
τοῦ
κόσμου
ἐξελέξατο
ὁ
θεὸς
ἵνα
καταισχύνῃ
τοὺς
σοφούς.
καὶ
τὰ
ἀσθενῆ
τοῦ
κόσμου
ἐξελέξατο
ὁ
θεὸς
ἵνα
καταισχύνῃ
τὰ
ἰσχυρά.
28καὶ
τὰ
ἀγενῆ
τοῦ
κόσμου,
καὶ
τὰ
ἐξουθενημένα,
ἐξελέξατο
ὁ
θεός,
τὰ
μὴ
ὄντα,
ἵνα
τὰ
ὄντα
καταργήσῃ·
29ὅπως,
μὴ
καυχήσηται
πᾶσα
σὰρξ
ἐνώπιον
τοῦ
θεοῦ.
30ἐξ
αὐτοῦ
δὲ
ὑμεῖς
ἐστὲ
ἐν
Χριστῷ
Ἰησοῦ·
ὃς
ἐγενήθη
σοφία
ἡμῖν
ἀπὸ
θεοῦ·
δικαιοσύνη
τε,
καὶ
ἁγιασμός,
καὶ
ἀπολύτρωσις.
31ἵνα,
καθὼς
γέγραπται,
Ὁ
καυχώμενος,
ἐν
κυρίῳ
καυχάσθω.
