The Bible

Old Testament

New Testament

Give Us Feedback

1Jn 1:1-10

1 John 1 2 3 4 5

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1̔Ὸ ἦν ἀπ᾽ ἀρχῆς, ἀκηκόαμεν· ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν· περὶ τοῦ λόγου τῆς ζωῆς. 2καὶ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν. καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον. ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν. 3 ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν, καὶ ὑμῖν ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν. καὶ κοινωνία δὲ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ. 4καὶ ταῦτα γράφομεν ἡμεῖς ἵνα χαρὰ ἡμῶν πεπληρωμένη. 5καὶ ἔστιν αὕτη ἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν· ὅτι θεὸς φῶς ἐστὶν καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία. 6ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν· ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν. 7ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτὸς ἔστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ, τοῦ υἱοῦ αὐτοῦ, καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. 8ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. 9ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν καὶ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.