1Pet 1:1-25
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Πέτρος,
ἀπόστολος
Ἰησοῦ
Χριστοῦ·
ἐκλεκτοῖς
παρεπιδήμοις
διασπορᾶς
Πόντου,
Γαλατίας,
Καππαδοκίας,
Ἀσίας,
καὶ
Βιθυνίας·
2κατὰ
πρόγνωσιν
θεοῦ
πατρός,
ἐν
ἁγιασμῷ
πνεύματος·
εἰς
ὑπακοὴν
καὶ
ῥαντισμὸν
αἵματος
Ἰησοῦ
Χριστοῦ·
χάρις
ὑμῖν
καὶ
εἰρήνη
πληθυνθείη.
3εὐλογητὸς
ὁ
θεός,
καὶ
πατὴρ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ·
ὁ
κατὰ
τὸ
πολὺ
αὐτοῦ
ἔλεος
ἀναγεννήσας
ἡμᾶς,
εἰς
ἐλπίδα
ζῶσαν·
δι᾽
ἀναστάσεως
Ἰησοῦ
Χριστοῦ
ἐκ
νεκρῶν,
4εἰς
κληρονομίαν—
ἄφθαρτον
καὶ
ἀμίαντον,
καὶ
ἀμάραντον—
τετηρημένην
ἐν
οὐρανοῖς
εἰς
ὑμᾶς·
5τοὺς
ἐν
δυνάμει
θεοῦ
φρουρουμένους,
διὰ
πίστεως,
εἰς
σωτηρίαν
ἑτοίμην
ἀποκαλυφθῆναι
ἐν
καιρῷ
ἐσχάτῳ.
6ἐν
ᾧ
ἀγαλλιᾶσθε·
ὀλίγον
ἄρτι
εἰ
δέον
ἐστὶν
λυπηθέντες
ἐν
ποικίλοις
πειρασμοῖς·
7ἵνα
τὸ
δοκίμιον
ὑμῶν
τῆς
πίστεως—
πολυτιμότερον
χρυσίου
τοῦ
ἀπολλυμένου·
διὰ
πυρὸς
δὲ
δοκιμαζομένου,
εὑρεθῇ
εἰς
ἔπαινον
καὶ
δόξαν
καὶ
τιμὴν
ἐν
ἀποκαλύψει
Ἰησοῦ
Χριστοῦ.
8ὃν
οὐκ
ἰδόντες
ἀγαπᾶτε·
εἰς
ὃν
ἄρτι,
μὴ
ὁρῶντες
πιστεύοντες·
δὲ
ἀγαλλιᾶσθε
χαρᾷ
ἀνεκλαλήτῳ,
καὶ
δεδοξασμένῃ·
9κομιζόμενοι
τὸ
τέλος
τῆς
πίστεως
ὑμῶν
σωτηρίαν
ψυχῶν.
10περὶ
ἧς
σωτηρίας
ἐξεζήτησαν
καὶ
ἐξηραύνησαν
προφῆται
οἱ
περὶ
τῆς
εἰς
ὑμᾶς
χάριτος
προφητεύσαντες·
11ἐραυνῶντες
εἰς
τίνα
ἢ
ποῖον
καιρὸν
ἐδήλου
τὸ
ἐν
αὐτοῖς
πνεῦμα
Χριστοῦ
προμαρτυρόμενον
τὰ
εἰς
Χριστὸν
παθήματα
καὶ
τὰς
μετὰ
ταῦτα
δόξας.
12οἷς
ἀπεκαλύφθη
ὅτι
οὐχ
ἑαυτοῖς,
ὑμῖν
δὲ
διηκόνουν
αὐτά·
ἃ
νῦν
ἀνηγγέλη
ὑμῖν
διὰ
τῶν
εὐαγγελισαμένων
ὑμᾶς
ἐν
πνεύματι
ἁγίῳ
ἀποσταλέντι
ἀπ᾽
οὐρανοῦ·
εἰς
ἃ
ἐπιθυμοῦσιν
ἄγγελοι
παρακύψαι.
13διὸ
ἀναζωσάμενοι
τὰς
ὀσφύας
τῆς
διανοίας
ὑμῶν
νήφοντες·
τελείως
ἐλπίσατε
ἐπὶ
τὴν
φερομένην
ὑμῖν
χάριν
ἐν
ἀποκαλύψει
Ἰησοῦ
Χριστοῦ.
14ὡς
τέκνα
ὑπακοῆς,
μὴ
συσχηματιζόμενοι
ταῖς—
πρότερον
ἐν
τῇ
ἀγνοίᾳ—
ὑμῶν
ἐπιθυμίαις·
15ἀλλὰ
κατὰ
τὸν
καλέσαντα
ὑμᾶς
ἅγιον,
καὶ
αὐτοὶ
ἅγιοι
ἐν
πάσῃ
ἀναστροφῇ
γενήθητε·
16διότι
γέγραπται
ὅτι,
̔Άγιοι
ἔσεσθε
ὅτι
ἐγὼ
ἅγιος.
εἰμι.
17καὶ
εἰ
πατέρα
ἐπικαλεῖσθε·
τὸν
ἀπροσωπολήμπτως
κρίνοντα
κατὰ
τὸ
ἑκάστου
ἔργον·
ἐν
φόβῳ
τὸν
τῆς
παροικίας
ὑμῶν
χρόνον
ἀναστράφητε·
18εἰδότες
ὅτι
οὐ
φθαρτοῖς,
ἀργυρίῳ
ἢ
χρυσίῳ
ἐλυτρώθητε·
ἐκ
τῆς
ματαίας
ὑμῶν
ἀναστροφῆς
πατροπαραδότου·
19ἀλλὰ
τιμίῳ
αἵματι
ὡς
ἀμνοῦ,
ἀμώμου,
καὶ
ἀσπίλου
Χριστοῦ·
20προεγνωσμένου
μὲν
πρὸ
καταβολῆς
κόσμου,
φανερωθέντος
δὲ
ἐπ᾽
ἐσχάτου
τῶν
χρόνων
δι᾽
ὑμᾶς·
21τοὺς
δι᾽
αὐτοῦ
πιστοὺς
εἰς
θεόν·
τὸν
ἐγείραντα
αὐτὸν
ἐκ
νεκρῶν
καὶ
δόξαν
αὐτῷ
δόντα
ὥστε
τὴν
πίστιν
ὑμῶν
καὶ
ἐλπίδα
εἶναι
εἰς
θεόν.
22τὰς
ψυχὰς
ὑμῶν
ἡγνικότες
ἐν
τῇ
ὑπακοῇ
τῆς
ἀληθείας,
εἰς
φιλαδελφίαν
ἀνυπόκριτον·
ἐκ
καρδίας
ἀλλήλους
ἀγαπήσατε
ἐκτενῶς·
23ἀναγεγεννημένοι,
οὐκ
ἐκ
σπορᾶς
φθαρτῆς
ἀλλὰ
ἀφθάρτου·
διὰ
λόγου
ζῶντος
θεοῦ,
καὶ
μένοντος·
24διότι,
Πᾶσα
σὰρξ
ὡς
χόρτος,
καὶ
πᾶσα
δόξα
αὐτῆς
ὡς
ἄνθος
χόρτου·
ἐξηράνθη
ὁ
χόρτος
καὶ
τὸ
ἄνθος
ἐξέπεσεν·
25τὸ
δὲ
ῥῆμα
κυρίου
μένει
εἰς
τὸν
αἰῶνα.
τοῦτο
δέ
ἐστιν
τὸ
ῥῆμα
τὸ
εὐαγγελισθὲν
εἰς
ὑμᾶς.