1Pet 3:1-22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ὁμοίως,
αἱ
γυναῖκες,
ὑποτασσόμεναι
τοῖς
ἰδίοις
ἀνδράσιν·
ἵνα
καί,
εἴ
τινες
ἀπειθοῦσιν
τῷ
λόγῳ,
διὰ
τῆς
τῶν
γυναικῶν
ἀναστροφῆς
ἄνευ
λόγου·
κερδηθήσονται
2ἐποπτεύσαντες
τὴν
ἐν
φόβῳ
ἁγνὴν
ἀναστροφὴν
ὑμῶν.
3ὧν
ἔστω
οὐχ
ὁ
ἔξωθεν
ἐμπλοκῆς
τριχῶν,
καὶ
περιθέσεως
χρυσίων,
ἢ
ἐνδύσεως
ἱματίων
κόσμος·
4ἀλλ᾽
ὁ
κρυπτὸς
τῆς
καρδίας
ἄνθρωπος,
ἐν
τῷ
ἀφθάρτῳ
τοῦ
πραέως
καὶ
ἡσυχίου
πνεύματος,
ὅ
ἐστιν
ἐνώπιον
τοῦ
θεοῦ
πολυτελές.
5οὕτως
γάρ
ποτε
καὶ
αἱ
ἅγιαι
γυναῖκες
(αἱ
ἐλπίζουσαι
εἰς
θεόν)
ἐκόσμουν
ἑαυτάς·
ὑποτασσόμεναι
τοῖς
ἰδίοις
ἀνδράσιν·
6ὡς
Σάρρα
ὑπήκουσεν
τῷ
Ἀβραάμ,
κύριον
αὐτὸν
καλοῦσα·
ἧς
ἐγενήθητε
τέκνα
ἀγαθοποιοῦσαι
καὶ
μὴ
φοβούμεναι
μηδεμίαν
πτόησιν.
7οἱ
ἄνδρες,
ὁμοίως,
συνοικοῦντες
κατὰ
γνῶσιν
ὡς
ἀσθενεστέρῳ
σκεύει—
τῷ
γυναικείῳ,
ἀπονέμοντες
τιμὴν
ὡς
καὶ
συνκληρονόμοις
χάριτος
ζωῆς·
εἰς
τὸ
μὴ
ἐγκόπτεσθαι
τὰς
προσευχὰς
ὑμῶν.
8τὸ
δὲ
τέλος,
πάντες
ὁμόφρονες,
συμπαθεῖς,
φιλάδελφοι,
εὔσπλαγχνοι,
ταπεινόφρονες·
9μὴ
ἀποδιδόντες
κακὸν
ἀντὶ
κακοῦ,
ἢ
λοιδορίαν
ἀντὶ
λοιδορίας·
τοὐναντίον
δέ,
εὐλογοῦντες·
ὅτι
εἰς
τοῦτο
ἐκλήθητε,
ἵνα
εὐλογίαν
κληρονομήσητε.
10ὁ,
γάρ,
Θέλων
ζωὴν
ἀγαπᾶν
καὶ
ἰδεῖν
ἡμέρας
ἀγαθάς,
παυσάτω
τὴν
γλῶσσαν
ἀπὸ
κακοῦ,
καὶ
χείλη
τοῦ
μὴ
λαλῆσαι
δόλον.
11ἐκκλινάτω
δὲ
ἀπὸ
κακοῦ
καὶ
ποιησάτω
ἀγαθόν·
ζητησάτω
εἰρήνην,
καὶ
διωξάτω
αὐτήν.
12ὅτι
ὀφθαλμοὶ
κυρίου
ἐπὶ
δικαίους,
καὶ
ὦτα
αὐτοῦ
εἰς
δέησιν
αὐτῶν·
πρόσωπον
δὲ
κυρίου
ἐπὶ
ποιοῦντας
κακά.
13καί,
τίς
ὁ
κακώσων
ὑμᾶς
ἐὰν
τοῦ
ἀγαθοῦ
ζηλωταὶ
γένησθε;
14ἀλλ᾽
εἰ
καὶ
πάσχοιτε
διὰ
δικαιοσύνην,
μακάριοι·
τὸν
δὲ
φόβον
αὐτῶν
μὴ
φοβηθῆτε
μηδὲ
ταραχθῆτε·
15κύριον
δέ,
τὸν
Χριστὸν
ἁγιάσατε
ἐν
ταῖς
καρδίαις
ὑμῶν·
ἕτοιμοι
ἀεὶ
πρὸς
ἀπολογίαν
παντὶ
τῷ
αἰτοῦντι
ὑμᾶς,
λόγον
περὶ
τῆς
ἐν
ὑμῖν
ἐλπίδος·
16ἀλλὰ
μετὰ
πραΰτητος
καὶ
φόβου·
συνείδησιν
ἔχοντες
ἀγαθήν·
ἵνα
ἐν
ᾧ
καταλαλεῖσθε,
καταισχυνθῶσιν
οἱ
ἐπηρεάζοντες
ὑμῶν
τὴν
ἀγαθὴν
ἐν
Χριστῷ
ἀναστροφήν.
17κρεῖττον
γάρ,
ἀγαθοποιοῦντας,
εἰ
θέλοι
τὸ
θέλημα
τοῦ
θεοῦ
πάσχειν,
ἢ
κακοποιοῦντας.
18ὅτι
καὶ
Χριστὸς
ἅπαξ
περὶ
ἁμαρτιῶν
ἔπαθεν·
δίκαιος,
ὑπὲρ
ἀδίκων·
ἵνα
ὑμᾶς
προσαγάγῃ
τῷ
θεῷ·
θανατωθεὶς
μὲν
σαρκί,
ζωοποιηθεὶς
δὲ
πνεύματι·
19ἐν
ᾧ
καὶ
τοῖς
ἐν
φυλακῇ
πνεύμασιν
πορευθεὶς
ἐκήρυξεν—
20ἀπειθήσασίν
ποτε
ὅτε
ἀπεξεδέχετο
ἡ
τοῦ
θεοῦ
μακροθυμία
ἐν
ἡμέραις
Νῶε
κατασκευαζομένης
κιβωτοῦ·
εἰς
ἣν
ὀλίγοι
τοῦτ᾽
ἔστιν
ὀκτὼ
ψυχαὶ
διεσώθησαν
δι᾽
ὕδατος.
21ὃ
καὶ
ὑμᾶς
ἀντίτυπον
νῦν
σῴζει
βάπτισμα,
οὐ
σαρκὸς
ἀπόθεσις
ῥύπου,
ἀλλὰ
συνειδήσεως
ἀγαθῆς
ἐπερώτημα
εἰς
θεόν·
δι᾽
ἀναστάσεως
Ἰησοῦ
Χριστοῦ·
22ὅς
ἐστιν
ἐν
δεξιᾷ
τοῦ
θεοῦ,
πορευθεὶς
εἰς
οὐρανόν·
ὑποταγέντων
αὐτῷ
ἀγγέλων
καὶ
ἐξουσιῶν
καὶ
δυνάμεων.