1Pet 4:1-19
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Χριστοῦ
οὖν,
παθόντος
σαρκί,
καὶ
ὑμεῖς
τὴν
αὐτὴν
ἔννοιαν
ὁπλίσασθε·
ὅτι
ὁ
παθὼν
σαρκί,
πέπαυται
ἁμαρτίας·
2εἰς
τὸ
μηκέτι
ἀνθρώπων
ἐπιθυμίαις,
ἀλλὰ
θελήματι
θεοῦ,
τὸν
ἐπίλοιπον
ἐν
σαρκὶ
βιῶσαι
χρόνον.
3ἀρκετὸς
γὰρ
ὁ
παρεληλυθὼς
χρόνος,
τὸ
βούλημα
τῶν
ἐθνῶν
κατειργάσθαι
πεπορευμένους—
ἐν
ἀσελγείαις,
ἐπιθυμίαις,
οἰνοφλυγίαις,
κώμοις,
πότοις,
καὶ
ἀθεμίτοις
εἰδωλολατρίαις.
4ἐν
ᾧ,
ξενίζονται
μὴ
συντρεχόντων
ὑμῶν
εἰς
τὴν
αὐτὴν
τῆς
ἀσωτίας
ἀνάχυσιν,
βλασφημοῦντες·
5οἳ
ἀποδώσουσιν
λόγον,
τῷ
ἑτοίμως
ἔχοντι
κρῖναι,
ζῶντας
καὶ
νεκρούς.
6εἰς
τοῦτο
γὰρ
καὶ
νεκροῖς
εὐηγγελίσθη—
ἵνα
κριθῶσι
μὲν
κατὰ
ἀνθρώπους
σαρκί,
ζῶσι
δὲ
κατὰ
θεὸν
πνεύματι.
7πάντων
δὲ
τὸ
τέλος
ἤγγικεν.
σωφρονήσατε
οὖν,
καὶ
νήψατε
εἰς
προσευχάς·
8πρὸ
πάντων,
τὴν
εἰς
ἑαυτοὺς
ἀγάπην
ἐκτενῆ
ἔχοντες,
ὅτι
ἀγάπη
καλύπτει
πλῆθος
ἁμαρτιῶν·
9φιλόξενοι
εἰς
ἀλλήλους
ἄνευ
γογγυσμοῦ·
10ἕκαστος
καθὼς
ἔλαβεν
χάρισμα
εἰς
ἑαυτοὺς
αὐτὸ
διακονοῦντες·
ὡς
καλοὶ
οἰκονόμοι
ποικίλης
χάριτος
θεοῦ.
11εἴ
τις
λαλεῖ,
ὡς
λόγια
θεοῦ·
εἴ
τις
διακονεῖ,
ὡς
ἐξ
ἰσχύος
ἧς
χορηγεῖ
ὁ
θεός·
ἵνα
ἐν
πᾶσιν
δοξάζηται
ὁ
θεὸς
διὰ
Ἰησοῦ
Χριστοῦ·
ᾧ
ἐστὶν
ἡ
δόξα
καὶ
τὸ
κράτος
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων·
ἀμήν.
12ἀγαπητοί,
μὴ
ξενίζεσθε
τῇ
ἐν
ὑμῖν
πυρώσει
πρὸς
πειρασμὸν
ὑμῖν
γινομένῃ,
ὡς
ξένου
ὑμῖν
συμβαίνοντος·
13ἀλλά,
καθὸ
κοινωνεῖτε
τοῖς
τοῦ
Χριστοῦ
παθήμασιν—
χαίρετε—
ἵνα
καὶ
ἐν
τῇ
ἀποκαλύψει
τῆς
δόξης
αὐτοῦ
χαρῆτε
ἀγαλλιώμενοι.
14εἰ
ὀνειδίζεσθε
ἐν
ὀνόματι
Χριστοῦ
μακάριοι,
ὅτι
τὸ
τῆς
δόξης
καὶ
τὸ
τοῦ
θεοῦ
πνεῦμα
ἐφ᾽
ὑμᾶς
ἀναπαύεται.
15μὴ
γάρ
τις
ὑμῶν
πασχέτω,
ὡς
φονεύς,
ἢ
κλέπτης,
ἢ
κακοποιός,
ἢ
ὡς
ἀλλοτριεπίσκοπος·
16εἰ
δὲ
ὡς
Χριστιανὸς
μὴ
αἰσχυνέσθω·
δοξαζέτω
δὲ
τὸν
θεὸν
ἐν
τῷ
ὀνόματι
τούτῳ.
17ὅτι
ὁ
καιρὸς
τοῦ
ἄρξασθαι
τὸ
κρίμα,
ἀπὸ
τοῦ
οἴκου
τοῦ
θεοῦ·
εἰ
δὲ
πρῶτον
ἀφ᾽
ἡμῶν,
τί
τὸ
τέλος
τῶν
ἀπειθούντων
τῷ
τοῦ
θεοῦ
εὐαγγελίῳ;
18καί,
Εἰ
ὁ
δίκαιος
μόλις
σῴζεται,
ὁ
ἀσεβὴς
καὶ
ἁμαρτωλὸς
ποῦ
φανεῖται;
19ὥστε
καὶ
οἱ
πάσχοντες
κατὰ
τὸ
θέλημα
τοῦ
θεοῦ,
πιστῷ
κτίστῃ
παρατιθέσθωσαν
τὰς
ψυχὰς
αὐτῶν,
ἐν
ἀγαθοποιίᾳ.