1Thes 3:1-13
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1διό,
μηκέτι
στέγοντες,
ηὐδοκήσαμεν
καταλειφθῆναι
ἐν
Ἀθήναις
μόνοι,
2καὶ
ἐπέμψαμεν
Τιμόθεον·
τὸν
ἀδελφὸν
ἡμῶν
καὶ
συνεργὸν
τοῦ
θεοῦ
ἐν
τῷ
εὐαγγελίῳ
τοῦ
Χριστοῦ·
εἰς
τὸ
στηρίξαι
ὑμᾶς,
καὶ
παρακαλέσαι
ὑπὲρ
τῆς
πίστεως
ὑμῶν,
3τὸ
μηδένα
σαίνεσθαι
ἐν
ταῖς
θλίψεσιν
ταύταις.
αὐτοὶ
γὰρ
οἴδατε
ὅτι
εἰς
τοῦτο
κείμεθα·
4καὶ
γὰρ
ὅτε
πρὸς
ὑμᾶς
ἦμεν,
προελέγομεν
ὑμῖν
ὅτι
μέλλομεν
θλίβεσθαι—
καθὼς
καὶ
ἐγένετο,
καὶ
οἴδατε.
5διὰ
τοῦτο,
κἀγὼ
μηκέτι
στέγων,
ἔπεμψα
εἰς
τὸ
γνῶναι
τὴν
πίστιν
ὑμῶν.
μή
πως
ἐπείρασεν
ὑμᾶς
ὁ
πειράζων
καὶ
εἰς
κενὸν
γένηται
ὁ
κόπος
ἡμῶν.
6ἄρτι
δὲ
ἐλθόντος
Τιμοθέου
πρὸς
ἡμᾶς
ἀφ᾽
ὑμῶν,
καὶ
εὐαγγελισαμένου
ἡμῖν
τὴν
πίστιν
καὶ
τὴν
ἀγάπην
ὑμῶν·
καὶ
ὅτι
ἔχετε
μνείαν
ἡμῶν
ἀγαθὴν
πάντοτε
ἐπιποθοῦντες
ἡμᾶς
ἰδεῖν
καθάπερ
καὶ
ἡμεῖς
ὑμᾶς·
7διὰ
τοῦτο
παρεκλήθημεν,
ἀδελφοί,
ἐφ᾽
ὑμῖν
ἐπὶ
πάσῃ
τῇ
ἀνάγκῃ
καὶ
θλίψει
ἡμῶν,
διὰ
τῆς
ὑμῶν
πίστεως·
8ὅτι
νῦν
ζῶμεν
ἐὰν
ὑμεῖς
στήκετε
ἐν
κυρίῳ.
9τίνα
γὰρ
εὐχαριστίαν
δυνάμεθα
τῷ
θεῷ
ἀνταποδοῦναι
περὶ
ὑμῶν·
ἐπὶ
πάσῃ
τῇ
χαρᾷ
ᾗ
χαίρομεν
δι᾽
ὑμᾶς
ἔμπροσθεν
τοῦ
θεοῦ
ἡμῶν·
10νυκτὸς
καὶ
ἡμέρας
ὑπερεκπερισσοῦ
δεόμενοι,
εἰς
τὸ
ἰδεῖν
ὑμῶν
τὸ
πρόσωπον
καὶ
καταρτίσαι
τὰ
ὑστερήματα
τῆς
πίστεως
ὑμῶν.
11αὐτὸς
δὲ
ὁ
θεὸς
καὶ
πατὴρ
ἡμῶν
καὶ
ὁ
κύριος
ἡμῶν
Ἰησοῦς
κατευθύναι
τὴν
ὁδὸν
ἡμῶν
πρὸς
ὑμᾶς·
12ὑμᾶς
δὲ
ὁ
κύριος
πλεονάσαι
καὶ
περισσεύσαι
τῇ
ἀγάπῃ
εἰς
ἀλλήλους,
καὶ
εἰς
πάντας
καθάπερ
καὶ
ἡμεῖς
εἰς
ὑμᾶς·
13εἰς
τὸ
στηρίξαι
ὑμῶν
τὰς
καρδίας,
ἀμέμπτους,
ἐν
ἁγιωσύνῃ
ἔμπροσθεν
τοῦ
θεοῦ
καὶ
πατρὸς
ἡμῶν
ἐν
τῇ
παρουσίᾳ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
μετὰ
πάντων
τῶν
ἁγίων
αὐτοῦ.
ἀμήν.