1Thes 4:1-18
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1λοιπόν,
ἀδελφοί,
ἐρωτῶμεν
ὑμᾶς
καὶ
παρακαλοῦμεν
ἐν
κυρίῳ
Ἰησοῦ·
ἵνα
καθὼς
παρελάβετε
παρ᾽
ἡμῶν,
τὸ
πῶς
δεῖ
ὑμᾶς
περιπατεῖν
καὶ
ἀρέσκειν
θεῷ·
καθὼς
καὶ
περιπατεῖτε,
ἵνα
περισσεύητε
μᾶλλον.
2οἴδατε
γὰρ
τίνας
παραγγελίας
ἐδώκαμεν
ὑμῖν
διὰ
τοῦ
κυρίου
Ἰησοῦ.
3τοῦτο
γάρ
ἐστιν
θέλημα
τοῦ
θεοῦ
ὁ
ἁγιασμὸς
ὑμῶν,
ἀπέχεσθαι
ὑμᾶς
ἀπὸ
τῆς
πορνείας·
4εἰδέναι
ἕκαστον
ὑμῶν
τὸ
ἑαυτοῦ
σκεῦος
κτᾶσθαι
ἐν
ἁγιασμῷ
καὶ
τιμῇ—
5μὴ
ἐν
πάθει
ἐπιθυμίας
καθάπερ
καὶ
τὰ
ἔθνη,
τὰ
μὴ
εἰδότα
τὸν
θεόν·
6τὸ
μὴ
ὑπερβαίνειν
καὶ
πλεονεκτεῖν
ἐν
τῷ
πράγματι
τὸν
ἀδελφὸν
αὐτοῦ,
διότι
ἔκδικος
κύριος
περὶ
πάντων
τούτων,
καθὼς
καὶ
προείπαμεν
ὑμῖν
καὶ
διεμαρτυράμεθα.
7οὐ
γὰρ
ἐκάλεσεν
ἡμᾶς
ὁ
θεὸς
ἐπὶ
ἀκαθαρσίᾳ,
ἀλλ᾽
ἐν
ἁγιασμῷ.
8τοιγαροῦν,
ὁ
ἀθετῶν
οὐκ
ἄνθρωπον
ἀθετεῖ
ἀλλὰ
τὸν
θεόν,
τὸν
διδόντα
τὸ
πνεῦμα
αὐτοῦ
τὸ
ἅγιον
εἰς
ὑμᾶς.
9περὶ
δὲ
τῆς
φιλαδελφίας
οὐ
χρείαν
ἔχετε
γράφειν
ὑμῖν,
αὐτοὶ
γὰρ
ὑμεῖς
θεοδίδακτοί
ἐστε
εἰς
τὸ
ἀγαπᾶν
ἀλλήλους·
10καὶ
γάρ,
ποιεῖτε
αὐτὸ
εἰς
πάντας
τοὺς
ἀδελφοὺς
τοὺς
ἐν
ὅλῃ
τῇ
Μακεδονίᾳ.
παρακαλοῦμεν
δὲ
ὑμᾶς,
ἀδελφοί,
περισσεύειν
μᾶλλον·
11καὶ
φιλοτιμεῖσθαι
ἡσυχάζειν,
καὶ
πράσσειν
τὰ
ἴδια
καὶ
ἐργάζεσθαι
ταῖς
χερσὶν
ὑμῶν,
καθὼς
ὑμῖν
παρηγγείλαμεν·
12ἵνα
περιπατῆτε
εὐσχημόνως
πρὸς
τοὺς
ἔξω,
καὶ
μηδενὸς
χρείαν
ἔχητε.
13οὐ
θέλομεν
δὲ
ὑμᾶς
ἀγνοεῖν,
ἀδελφοί,
περὶ
τῶν
κοιμωμένων
ἵνα
μὴ
λυπῆσθε
καθὼς
καὶ
οἱ
λοιποὶ
οἱ
μὴ
ἔχοντες
ἐλπίδα.
14εἰ
γὰρ
πιστεύομεν
ὅτι
Ἰησοῦς
ἀπέθανεν
καὶ
ἀνέστη,
οὕτως
καὶ
ὁ
θεὸς
τοὺς
κοιμηθέντας
διὰ
τοῦ
Ἰησοῦ
ἄξει
σὺν
αὐτῷ.
15τοῦτο
γὰρ
ὑμῖν
λέγομεν
ἐν
λόγῳ
κυρίου·
ὅτι
ἡμεῖς
οἱ
ζῶντες
οἱ
περιλειπόμενοι
εἰς
τὴν
παρουσίαν
τοῦ
κυρίου
οὐ
μὴ
φθάσωμεν
τοὺς
κοιμηθέντας·
16ὅτι
αὐτὸς
ὁ
κύριος
ἐν
κελεύσματι,
ἐν
φωνῇ
ἀρχαγγέλου,
καὶ
ἐν
σάλπιγγι
θεοῦ,
καταβήσεται
ἀπ᾽
οὐρανοῦ·
καὶ
οἱ
νεκροὶ
ἐν
Χριστῷ
ἀναστήσονται,
πρῶτον·
17ἔπειτα,
ἡμεῖς
οἱ
ζῶντες
οἱ
περιλειπόμενοι,
ἅμα
σὺν
αὐτοῖς,
ἁρπαγησόμεθα
ἐν
νεφέλαις
εἰς
ἀπάντησιν
τοῦ
κυρίου
εἰς
ἀέρα·
καὶ
οὕτως
πάντοτε
σὺν
κυρίῳ
ἐσόμεθα.
18ὥστε
παρακαλεῖτε
ἀλλήλους
ἐν
τοῖς
λόγοις
τούτοις.