1Thes 1:1-10
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
καὶ
Σιλουανός,
καὶ
Τιμόθεος·
τῇ
ἐκκλησίᾳ
Θεσσαλονικέων,
ἐν
θεῷ
πατρὶ
καὶ
κυρίῳ
Ἰησοῦ
Χριστῷ·
χάρις
ὑμῖν
καὶ
εἰρήνη.
2εὐχαριστοῦμεν
τῷ
θεῷ
πάντοτε
περὶ
πάντων
ὑμῶν
μνείαν
ποιούμενοι
ἐπὶ
τῶν
προσευχῶν
ἡμῶν
ἀδιαλείπτως·
3μνημονεύοντες,
ὑμῶν
τοῦ
ἔργου
τῆς
πίστεως,
καὶ
τοῦ
κόπου
τῆς
ἀγάπης,
καὶ
τῆς
ὑπομονῆς
τῆς
ἐλπίδος
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ,
ἔμπροσθεν
τοῦ
θεοῦ
καὶ
πατρὸς
ἡμῶν·
4εἰδότες,
ἀδελφοί,
ἠγαπημένοι
ὑπὸ
τοῦ
θεοῦ
τὴν
ἐκλογὴν
ὑμῶν·
5ὅτι
τὸ
εὐαγγέλιον
ἡμῶν
οὐκ
ἐγενήθη
εἰς
ὑμᾶς,
ἐν
λόγῳ
μόνον
ἀλλὰ
καὶ
ἐν
δυνάμει,
καὶ
ἐν
πνεύματι
ἁγίῳ
καὶ
πληροφορίᾳ
πολλῇ·
καθὼς
οἴδατε
οἷοι
ἐγενήθημεν
ὑμῖν
δι᾽
ὑμᾶς.
6καί,
ὑμεῖς
μιμηταὶ
ἡμῶν
ἐγενήθητε
καὶ
τοῦ
κυρίου,
δεξάμενοι
τὸν
λόγον
ἐν
θλίψει
πολλῇ
μετὰ
χαρᾶς
πνεύματος
ἁγίου·
7ὥστε,
γενέσθαι
ὑμᾶς
τύπον
πᾶσιν
τοῖς
πιστεύουσιν—
ἐν
τῇ
Μακεδονίᾳ
καὶ
ἐν
τῇ
Ἀχαΐᾳ.
8ἀφ᾽
ὑμῶν
γὰρ
ἐξήχηται
ὁ
λόγος
τοῦ
κυρίου,
οὐ
μόνον
ἐν
τῇ
Μακεδονίᾳ
καὶ
Ἀχαΐᾳ,
ἀλλ᾽
ἐν
παντὶ
τόπῳ
ἡ
πίστις
ὑμῶν
ἡ
πρὸς
τὸν
θεὸν
ἐξελήλυθεν·
ὥστε
μὴ
χρείαν
ἔχειν
ἡμᾶς
λαλεῖν
τι,
9αὐτοὶ
γὰρ
περὶ
ἡμῶν
ἀπαγγέλλουσιν
ὁποίαν
εἴσοδον
ἔσχομεν
πρὸς
ὑμᾶς
καὶ
πῶς
ἐπεστρέψατε
πρὸς
τὸν
θεὸν
ἀπὸ
τῶν
εἰδώλων
δουλεύειν
θεῷ
ζῶντι
καὶ
ἀληθινῷ·
10καὶ
ἀναμένειν
τὸν
υἱὸν
αὐτοῦ
ἐκ
τῶν
οὐρανῶν—
ὃν
ἤγειρεν
ἐκ
τῶν
νεκρῶν·
Ἰησοῦν
τὸν
ῥυόμενον
ἡμᾶς
ἐκ
τῆς
ὀργῆς
τῆς
ἐρχομένης.