1Thes 5:1-28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1περὶ
δὲ
τῶν
χρόνων
καὶ
τῶν
καιρῶν,
ἀδελφοί,
οὐ
χρείαν
ἔχετε
ὑμῖν
γράφεσθαι·
2αὐτοὶ
γὰρ
ἀκριβῶς
οἴδατε
ὅτι
ἡμέρα
κυρίου,
ὡς
κλέπτης
ἐν
νυκτί,
οὕτως
ἔρχεται.
3ὅταν
λέγωσιν,
Εἰρήνη
καὶ
ἀσφάλεια,
τότε
αἰφνίδιος
αὐτοῖς
ἐφίσταται
ὄλεθρος
ὥσπερ
ἡ
ὠδὶν
τῇ
ἐν
γαστρὶ
ἐχούσῃ·
καὶ
οὐ
μὴ
ἐκφύγωσιν.
4ὑμεῖς
δέ,
ἀδελφοί,
οὐκ
ἐστὲ
ἐν
σκότει,
ἵνα
ἡ
ἡμέρα
ὑμᾶς
ὡς
κλέπτης
καταλάβῃ·
5πάντες
γὰρ
ὑμεῖς
υἱοὶ
φωτός
ἐστε
καὶ
υἱοὶ
ἡμέρας,
οὐκ
ἐσμὲν
νυκτὸς
οὐδὲ
σκότους·
6ἄρα
οὖν,
μὴ
καθεύδωμεν
ὡς
οἱ
λοιποί·
ἀλλὰ
γρηγορῶμεν
καὶ
νήφωμεν.
7οἱ
γὰρ
καθεύδοντες
νυκτὸς
καθεύδουσιν
καὶ
οἱ
μεθυσκόμενοι
νυκτὸς
μεθύουσιν·
8ἡμεῖς
δὲ
ἡμέρας
ὄντες
νήφωμεν,
ἐνδυσάμενοι
θώρακα
πίστεως
καὶ
ἀγάπης,
καὶ
περικεφαλαίαν
ἐλπίδα
σωτηρίας·
9ὅτι
οὐκ
ἔθετο
ἡμᾶς
ὁ
θεὸς
εἰς
ὀργήν,
ἀλλὰ
εἰς
περιποίησιν
σωτηρίας
διὰ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ·
10τοῦ
ἀποθανόντος
ὑπὲρ
ἡμῶν
ἵνα,
εἴτε
γρηγορῶμεν
εἴτε
καθεύδωμεν,
ἅμα
σὺν
αὐτῷ
ζήσωμεν.
11διὸ
παρακαλεῖτε
ἀλλήλους
καὶ
οἰκοδομεῖτε
εἷς
τὸν
ἕνα,
καθὼς
καὶ
ποιεῖτε.
12ἐρωτῶμεν
δὲ
ὑμᾶς,
ἀδελφοί,
εἰδέναι
τοὺς
κοπιῶντας
ἐν
ὑμῖν
καὶ
προϊσταμένους
ὑμῶν
ἐν
κυρίῳ
καὶ
νουθετοῦντας
ὑμᾶς·
13καὶ
ἡγεῖσθαι
αὐτοὺς
ὑπερεκπερισσοῦ
ἐν
ἀγάπῃ
διὰ
τὸ
ἔργον
αὐτῶν.
εἰρηνεύετε
ἐν
ἑαυτοῖς.
14παρακαλοῦμεν
δὲ
ὑμᾶς,
ἀδελφοί,
νουθετεῖτε
τοὺς
ἀτάκτους·
παραμυθεῖσθε
τοὺς
ὀλιγοψύχους·
ἀντέχεσθε
τῶν
ἀσθενῶν·
μακροθυμεῖτε
πρὸς
πάντας.
15ὁρᾶτε
μή
τις
κακὸν
ἀντὶ
κακοῦ
τινὶ
ἀποδῷ,
ἀλλὰ
πάντοτε
τὸ
ἀγαθὸν
διώκετε
εἰς
ἀλλήλους
καὶ
εἰς
πάντας.
16πάντοτε
χαίρετε.
17ἀδιαλείπτως
προσεύχεσθε.
18ἐν
παντὶ
εὐχαριστεῖτε,
τοῦτο
γὰρ
θέλημα
θεοῦ
ἐν
Χριστῷ
Ἰησοῦ
εἰς
ὑμᾶς.
19τὸ
πνεῦμα
μὴ
σβέννυτε.
20προφητείας
μὴ
ἐξουθενεῖτε,
21πάντα
δὲ
δοκιμάζετε.
τὸ
καλὸν
κατέχετε.
22ἀπὸ
παντὸς
εἴδους
πονηροῦ
ἀπέχεσθε.
23αὐτὸς
δὲ
ὁ
θεὸς
τῆς
εἰρήνης
ἁγιάσαι
ὑμᾶς
ὁλοτελεῖς,
καὶ
ὁλόκληρον
ὑμῶν
τὸ
πνεῦμα
καὶ
ἡ
ψυχὴ
καὶ
τὸ
σῶμα
ἀμέμπτως
ἐν
τῇ
παρουσίᾳ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
τηρηθείη.
24πιστὸς
ὁ
καλῶν
ὑμᾶς,
ὃς
καὶ
ποιήσει.
25ἀδελφοί,
προσεύχεσθε
καὶ
περὶ
ἡμῶν.
26ἀσπάσασθε
τοὺς
ἀδελφοὺς
πάντας
ἐν
φιλήματι
ἁγίῳ.
27ἐνορκίζω
ὑμᾶς
τὸν
κύριον
ἀναγνωσθῆναι
τὴν
ἐπιστολὴν
πᾶσιν
τοῖς
ἀδελφοῖς.
28ἡ
χάρις
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
μεθ᾽
ὑμῶν.