1Tim 4:1-16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1τὸ
δὲ
πνεῦμα
ῥητῶς
λέγει
ὅτι
ἐν
ὑστέροις
καιροῖς
ἀποστήσονταί
τινες
τῆς
πίστεως,
προσέχοντες
πνεύμασι
πλάνοις
καὶ
διδασκαλίαις
δαιμονίων·
2ἐν
ὑποκρίσει
ψευδολόγων,
κεκαυστηριασμένων
τὴν
ἰδίαν
συνείδησιν·
3κωλυόντων
γαμεῖν
ἀπέχεσθαι
βρωμάτων·
ἃ
ὁ
θεὸς
ἔκτισεν
εἰς
μετάλημψιν
μετὰ
εὐχαριστίας
τοῖς
πιστοῖς
καὶ
ἐπεγνωκόσι
τὴν
ἀλήθειαν.
4ὅτι
πᾶν
κτίσμα
θεοῦ
καλόν,
καὶ
οὐδὲν
ἀπόβλητον,
μετὰ
εὐχαριστίας
λαμβανόμενον·
5ἁγιάζεται
γὰρ
διὰ
λόγου
θεοῦ
καὶ
ἐντεύξεως.
6ταῦτα
ὑποτιθέμενος
τοῖς
ἀδελφοῖς,
καλὸς
ἔσῃ
διάκονος
Χριστοῦ
Ἰησοῦ,
ἐντρεφόμενος
τοῖς
λόγοις
τῆς
πίστεως
καὶ
τῆς
καλῆς
διδασκαλίας
ᾗ
παρηκολούθηκας·
7τοὺς
δὲ
βεβήλους
καὶ
γραώδεις
μύθους
παραιτοῦ.
γύμναζε,
δέ,
σεαυτὸν
πρὸς
εὐσέβειαν·
8ἡ
γὰρ
σωματικὴ
γυμνασία
πρὸς
ὀλίγον
ἐστὶν
ὠφέλιμος,
ἡ
δὲ
εὐσέβεια
πρὸς
πάντα
ὠφέλιμός
ἐστιν,
ἐπαγγελίαν
ἔχουσα
ζωῆς
τῆς
νῦν
καὶ
τῆς
μελλούσης.
9πιστὸς
ὁ
λόγος,
καὶ
πάσης
ἀποδοχῆς
ἄξιος·
10εἰς
τοῦτο
γὰρ
κοπιῶμεν
καὶ
ἀγωνιζόμεθα,
ὅτι
ἠλπίκαμεν
ἐπὶ
θεῷ
ζῶντι,
ὅς
ἐστιν
σωτὴρ
πάντων
ἀνθρώπων
μάλιστα
πιστῶν.
11παράγγελλε
ταῦτα
καὶ
δίδασκε.
12μηδείς
σου
τῆς
νεότητος
καταφρονείτω·
ἀλλὰ
τύπος
γίνου
τῶν
πιστῶν
ἐν
λόγῳ,
ἐν
ἀναστροφῇ,
ἐν
ἀγάπῃ,
ἐν
πίστει,
ἐν
ἁγνείᾳ.
13ἕως
ἔρχομαι,
πρόσεχε
τῇ
ἀναγνώσει,
τῇ
παρακλήσει,
τῇ
διδασκαλίᾳ.
14μὴ
ἀμέλει
τοῦ
ἐν
σοὶ
χαρίσματος
ὃ
ἐδόθη
σοι
διὰ
προφητείας
μετὰ
ἐπιθέσεως
τῶν
χειρῶν
τοῦ
πρεσβυτερίου.
15ταῦτα
μελέτα
ἐν
τούτοις
ἴσθι·
ἵνα
σου
ἡ
προκοπὴ
φανερὰ
ᾖ
πᾶσιν.
16ἔπεχε
σεαυτῷ
καὶ
τῇ
διδασκαλίᾳ·
ἐπίμενε
αὐτοῖς
τοῦτο
γὰρ
ποιῶν
καὶ
σεαυτὸν
σώσεις
καὶ
τοὺς
ἀκούοντάς
σου.