1Tim 1:1-20
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ,
κατ᾽
ἐπιταγὴν
θεοῦ
σωτῆρος
ἡμῶν
καὶ
Χριστοῦ
Ἰησοῦ,
τῆς
ἐλπίδος
ἡμῶν·
2Τιμοθέῳ
γνησίῳ
τέκνῳ
ἐν
πίστει·
χάρις,
ἔλεος,
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
καὶ
Χριστοῦ
Ἰησοῦ
τοῦ
κυρίου
ἡμῶν.
3καθὼς
παρεκάλεσά
σε
προσμεῖναι
ἐν
Ἐφέσῳ,
πορευόμενος
εἰς
Μακεδονίαν
ἵνα
παραγγείλῃς
τισὶν
μὴ
ἑτεροδιδασκαλεῖν·
4μηδὲ
προσέχειν
μύθοις
καὶ
γενεαλογίαις
ἀπεράντοις·
αἵτινες
ἐκζητήσεις
παρέχουσι,
μᾶλλον
ἢ
οἰκονομίαν
θεοῦ
τὴν
ἐν
πίστει.
5τὸ
δὲ
τέλος
τῆς
παραγγελίας
ἐστὶν
ἀγάπη
ἐκ
καθαρᾶς
καρδίας,
καὶ
συνειδήσεως
ἀγαθῆς,
καὶ
πίστεως
ἀνυποκρίτου·
6ὧν
τινὲς
ἀστοχήσαντες·
ἐξετράπησαν
εἰς
ματαιολογίαν·
7θέλοντες
εἶναι
νομοδιδάσκαλοι,
μὴ
νοοῦντες
μήτε
ἃ
λέγουσιν,
μήτε
περὶ
τίνων
διαβεβαιοῦνται.
8οἴδαμεν
δὲ
ὅτι
καλὸς
ὁ
νόμος
ἐάν
τις
αὐτῷ
νομίμως
χρῆται·
9εἰδὼς
τοῦτο
ὅτι
δικαίῳ
νόμος
οὐ
κεῖται·
ἀνόμοις
δὲ
καὶ
ἀνυποτάκτοις,
ἀσεβέσι
καὶ
ἁμαρτωλοῖς,
ἀνοσίοις
καὶ
βεβήλοις,
πατρολῴαις,
καὶ
μητρολῴαις,
ἀνδροφόνοις,
10πόρνοις,
ἀρσενοκοίταις,
ἀνδραποδισταῖς,
ψεύσταις,
ἐπιόρκοις,
καὶ
εἴ
τι
ἕτερον
τῇ
ὑγιαινούσῃ
διδασκαλίᾳ
ἀντίκειται
11κατὰ
τὸ
εὐαγγέλιον
τῆς
δόξης
τοῦ
μακαρίου
θεοῦ
ὃ
ἐπιστεύθην
ἐγώ.
12χάριν
ἔχω
τῷ
ἐνδυναμώσαντί
με,
Χριστῷ
Ἰησοῦ
τῷ
κυρίῳ
ἡμῶν·
ὅτι
πιστόν
με
ἡγήσατο
θέμενος
εἰς
διακονίαν,
13τὸ
πρότερον
ὄντα
βλάσφημον·
καὶ
διώκτην,
καὶ
ὑβριστήν·
ἀλλὰ
ἠλεήθην
ὅτι
ἀγνοῶν
ἐποίησα
ἐν
ἀπιστίᾳ·
14ὑπερεπλεόνασεν
δὲ
ἡ
χάρις
τοῦ
κυρίου
ἡμῶν
μετὰ
πίστεως
καὶ
ἀγάπης,
τῆς
ἐν
Χριστῷ
Ἰησοῦ.
15πιστὸς
ὁ
λόγος,
καὶ
πάσης
ἀποδοχῆς
ἄξιος
ὅτι·
Χριστὸς
Ἰησοῦς
ἦλθεν
εἰς
τὸν
κόσμον
ἁμαρτωλοὺς
σῶσαι—
ὧν
πρῶτός
εἰμι
ἐγώ.
16ἀλλὰ
διὰ
τοῦτο
ἠλεήθην,
ἵνα
ἐν
ἐμοὶ
πρώτῳ
ἐνδείξηται
Χριστὸς
Ἰησοῦς
τὴν
ἅπασαν
μακροθυμίαν
πρὸς
ὑποτύπωσιν·
τῶν
μελλόντων
πιστεύειν
ἐπ᾽
αὐτῷ
εἰς
ζωὴν
αἰώνιον.
17τῷ
δὲ
βασιλεῖ
τῶν
αἰώνων·
ἀφθάρτῳ
ἀοράτῳ,
μόνῳ
θεῷ·
τιμὴ
καὶ
δόξα
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων·
ἀμήν.
18ταύτην
τὴν
παραγγελίαν
παρατίθεμαί
σοι,
τέκνον,
Τιμόθεε,
κατὰ
τὰς
προαγούσας
ἐπὶ
σὲ
προφητείας·
ἵνα
στρατεύῃ
ἐν
αὐταῖς
τὴν
καλὴν
στρατείαν·
19ἔχων
πίστιν,
καὶ
ἀγαθὴν
συνείδησιν·
ἥν
τινες
ἀπωσάμενοι,
περὶ
τὴν
πίστιν
ἐναυάγησαν·
20ὧν
ἐστὶν
Ὑμέναιος
καὶ
Ἀλέξανδρος·
οὓς
παρέδωκα
τῷ
Σατανᾷ
ἵνα
παιδευθῶσι
μὴ
βλασφημεῖν.