1Tim 3:1-16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1πιστὸς
ὁ
λόγος·
Εἴ
τις
ἐπισκοπῆς
ὀρέγεται,
καλοῦ
ἔργου
ἐπιθυμεῖ.
2δεῖ
οὖν
τὸν
ἐπίσκοπον
ἀνεπίλημπτον
εἶναι·
μιᾶς
γυναικὸς
ἄνδρα·
νηφάλιον,
σώφρονα,
κόσμιον·
φιλόξενον,
διδακτικόν·
3μὴ
πάροινον,
μὴ
πλήκτην·
ἀλλὰ
ἐπιεικῆ,
ἄμαχον,
ἀφιλάργυρον·
4τοῦ
ἰδίου
οἴκου
καλῶς
προϊστάμενον,
τέκνα
ἔχοντα
ἐν
ὑποταγῇ
μετὰ
πάσης
σεμνότητος·
5εἰ
δέ
τις
τοῦ
ἰδίου
οἴκου
προστῆναι
οὐκ
οἶδεν,
πῶς
ἐκκλησίας
θεοῦ
ἐπιμελήσεται;
6μὴ
νεόφυτον,
ἵνα
μὴ
τυφωθείς,
εἰς
κρίμα
ἐμπέσῃ
τοῦ
διαβόλου.
7δεῖ
δὲ
καί,
μαρτυρίαν
καλὴν
ἔχειν
ἀπὸ
τῶν
ἔξωθεν,
ἵνα
μὴ
εἰς
ὀνειδισμὸν
ἐμπέσῃ
καὶ
παγίδα
τοῦ
διαβόλου.
8διακόνους
ὡσαύτως·
σεμνούς,
μὴ
διλόγους·
μὴ
οἴνῳ
πολλῷ
προσέχοντας,
μὴ
αἰσχροκερδεῖς·
9ἔχοντας
τὸ
μυστήριον
τῆς
πίστεως,
ἐν
καθαρᾷ
συνειδήσει.
10καὶ
οὗτοι
δὲ
δοκιμαζέσθωσαν
πρῶτον·
εἶτα
διακονείτωσαν,
ἀνέγκλητοι
ὄντες.
11γυναῖκας
ὡσαύτως·
σεμνάς,
μὴ
διαβόλους·
νηφαλίους,
πιστὰς
ἐν
πᾶσιν.
12διάκονοι
ἔστωσαν
μιᾶς
γυναικὸς
ἄνδρες,
τέκνων
καλῶς
προϊστάμενοι
καὶ
τῶν
ἰδίων
οἴκων.
13οἱ
γὰρ
καλῶς
διακονήσαντες
βαθμὸν
ἑαυτοῖς
καλὸν
περιποιοῦνται
καὶ
πολλὴν
παρρησίαν
ἐν
πίστει
τῇ
ἐν
Χριστῷ
Ἰησοῦ.
14ταῦτά
σοι
γράφω,
ἐλπίζων
ἐλθεῖν
πρὸς
σὲ
ἐν
τάχει,
15ἐὰν
δὲ
βραδύνω,
ἵνα
εἰδῇς
πῶς
δεῖ
ἐν
οἴκῳ
θεοῦ
ἀναστρέφεσθαι·
ἥτις
ἐστὶν
ἐκκλησία
θεοῦ
ζῶντος,
στῦλος
καὶ
ἑδραίωμα
τῆς
ἀληθείας.
16καὶ
ὁμολογουμένως,
μέγα
ἐστὶν
τὸ
τῆς
εὐσεβείας
μυστήριον·
ὃς
ἐφανερώθη
ἐν
σαρκὶ
ἐδικαιώθη
ἐν
πνεύματι·
ὤφθη
ἀγγέλοις
ἐκηρύχθη
ἐν
ἔθνεσιν·
ἐπιστεύθη
ἐν
κόσμῳ
ἀνελήμφθη
ἐν
δόξῃ.