1Tim 5:1-25
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1πρεσβυτέρῳ
μὴ
ἐπιπλήξῃς,
ἀλλὰ
παρακάλει
ὡς
πατέρα·
νεωτέρους
ὡς
ἀδελφούς·
2πρεσβυτέρας
ὡς
μητέρας,
νεωτέρας
ὡς
ἀδελφὰς
ἐν
πάσῃ
ἁγνείᾳ.
3χήρας
τίμα
τὰς
ὄντως
χήρας.
4εἰ
δέ
τις
χήρα
τέκνα
ἢ
ἔκγονα
ἔχει,
μανθανέτωσαν
πρῶτον
τὸν
ἴδιον
οἶκον
εὐσεβεῖν
καὶ
ἀμοιβὰς
ἀποδιδόναι
τοῖς
προγόνοις·
τοῦτο
γάρ
ἐστιν
ἀπόδεκτον
ἐνώπιον
τοῦ
θεοῦ.
5ἡ
δὲ
ὄντως
χήρα,
καὶ
μεμονωμένη,
ἤλπικεν
ἐπὶ
θεόν·
καὶ
προσμένει
ταῖς
δεήσεσιν,
καὶ
ταῖς
προσευχαῖς
νυκτὸς
καὶ
ἡμέρας·
6ἡ
δὲ
σπαταλῶσα
ζῶσα
τέθνηκεν.
7καὶ
ταῦτα
παράγγελλε
ἵνα
ἀνεπίλημπτοι
ὦσιν.
8εἰ
δέ
τις
τῶν
ἰδίων,
καὶ
μάλιστα
οἰκείων
οὐ
προνοεῖ,
τὴν
πίστιν
ἤρνηται·
καὶ
ἔστιν
ἀπίστου
χείρων.
9χήρα
καταλεγέσθω
μὴ
ἔλαττον
ἐτῶν
ἑξήκοντα
γεγονυῖα
ἑνὸς
ἀνδρὸς
γυνή·
10ἐν
ἔργοις
καλοῖς
μαρτυρουμένη·
εἰ
ἐτεκνοτρόφησεν;
εἰ
ἐξενοδόχησεν;
εἰ
ἁγίων
πόδας
ἔνιψεν;
εἰ
θλιβομένοις
ἐπήρκεσεν;
εἰ
παντὶ
ἔργῳ
ἀγαθῷ
ἐπηκολούθησεν;
11νεωτέρας
δὲ
χήρας
παραιτοῦ,
ὅταν
γὰρ
καταστρηνιάσωσιν
τοῦ
Χριστοῦ
γαμεῖν
θέλουσιν·
12ἔχουσαι
κρίμα
ὅτι
τὴν
πρώτην
πίστιν
ἠθέτησαν·
13ἅμα
δὲ
καί,
ἀργαὶ
μανθάνουσιν
περιερχόμεναι
τὰς
οἰκίας,
οὐ
μόνον
δὲ
ἀργαὶ
ἀλλὰ
καὶ
φλύαροι
καὶ
περίεργοι
λαλοῦσαι
τὰ
μὴ
δέοντα.
14βούλομαι
οὖν
νεωτέρας
γαμεῖν,
τεκνογονεῖν,
οἰκοδεσποτεῖν·
μηδεμίαν
ἀφορμὴν
διδόναι
τῷ
ἀντικειμένῳ
λοιδορίας
χάριν·
15ἤδη
γάρ
τινες
ἐξετράπησαν
ὀπίσω
τοῦ
Σατανᾶ.
16εἴ
τις
πιστὴ
ἔχει
χήρας,
ἐπαρκείτω
αὐταῖς
καὶ
μὴ
βαρείσθω
ἡ
ἐκκλησία·
ἵνα
ταῖς
ὄντως
χήραις
ἐπαρκέσῃ.
17οἱ
καλῶς
προεστῶτες
πρεσβύτεροι
διπλῆς
τιμῆς
ἀξιούσθωσαν,
μάλιστα
οἱ
κοπιῶντες
ἐν
λόγῳ
καὶ
διδασκαλίᾳ.
18λέγει
γὰρ
ἡ
γραφή,
Βοῦν
ἀλοῶντα
οὐ
φιμώσεις·
καί,
̓Άξιος
ὁ
ἐργάτης
τοῦ
μισθοῦ
αὐτοῦ.
19κατὰ
πρεσβυτέρου
κατηγορίαν
μὴ
παραδέχου
ἐκτὸς
εἰ
μὴ
ἐπὶ
δύο
ἢ
τριῶν
μαρτύρων.
20τοὺς
ἁμαρτάνοντας
ἐνώπιον
πάντων
ἔλεγχε·
ἵνα
καὶ
οἱ
λοιποὶ
φόβον
ἔχωσιν.
21διαμαρτύρομαι
ἐνώπιον
τοῦ
θεοῦ
καὶ
Χριστοῦ
Ἰησοῦ
καὶ
τῶν
ἐκλεκτῶν
ἀγγέλων
ἵνα
ταῦτα
φυλάξῃς
χωρὶς
προκρίματος
μηδὲν
ποιῶν
κατὰ
πρόσκλισιν.
22χεῖρας
ταχέως
μηδενὶ
ἐπιτίθει,
μηδὲ
κοινώνει
ἁμαρτίαις
ἀλλοτρίαις·
σεαυτὸν
ἁγνὸν
τήρει.
23μηκέτι
ὑδροπότει·
ἀλλὰ
οἴνῳ
ὀλίγῳ
χρῶ
διὰ
τὸν
στόμαχον
καὶ
τὰς
πυκνάς
σου
ἀσθενείας.
24τινῶν
ἀνθρώπων
αἱ
ἁμαρτίαι
πρόδηλοί
εἰσιν,
προάγουσαι
εἰς
κρίσιν·
τισὶν
δὲ
καὶ
ἐπακολουθοῦσιν.
25ὡσαύτως
καί,
τὰ
ἔργα
τὰ
καλὰ
πρόδηλα·
καὶ
τὰ
ἄλλως
ἔχοντα
κρυβῆναι
οὐ
δύνανται.