2Cor 2:1-17
2 Corinthians 1 2 3 4 5 6 7 8 9 10 11 12 13
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἔκρινα
γὰρ
ἐμαυτῷ
τοῦτο
τὸ
μὴ
πάλιν
ἐν
λύπῃ
πρὸς
ὑμᾶς
ἐλθεῖν.
2εἰ
γὰρ
ἐγὼ
λυπῶ
ὑμᾶς,
καὶ
τίς
ὁ
εὐφραίνων
με;
εἰ
μὴ
ὁ
λυπούμενος
ἐξ
ἐμοῦ.
3καὶ
ἔγραψα
τοῦτο
αὐτό,
ἵνα
μή,
ἐλθών,
λύπην
σχῶ
ἀφ᾽
ὧν
ἔδει
με
χαίρειν·
πεποιθὼς
ἐπὶ
πάντας
ὑμᾶς
ὅτι
ἡ
ἐμὴ
χαρὰ
πάντων
ὑμῶν
ἐστίν.
4ἐκ
γὰρ
πολλῆς
θλίψεως
καὶ
συνοχῆς
καρδίας,
ἔγραψα
ὑμῖν,
διὰ
πολλῶν
δακρύων·
οὐχ
ἵνα
λυπηθῆτε,
ἀλλὰ
τὴν
ἀγάπην
ἵνα
γνῶτε
ἣν
ἔχω
περισσοτέρως
εἰς
ὑμᾶς.
5εἰ
δέ
τις
λελύπηκεν
οὐκ
ἐμὲ
λελύπηκεν
ἀλλὰ
ἀπὸ
μέρους
ἵνα
μὴ
ἐπιβαρῶ
πάντας
ὑμᾶς.
6ἱκανὸν
τῷ
τοιούτῳ
ἡ
ἐπιτιμία
αὕτη,
ἡ
ὑπὸ
τῶν
πλειόνων.
7ὥστε,
τοὐναντίον
μᾶλλον,
ὑμᾶς
χαρίσασθαι
καὶ
παρακαλέσαι·
μή
πως
τῇ
περισσοτέρᾳ
λύπῃ
καταποθῇ
ὁ
τοιοῦτος.
8διὸ
παρακαλῶ
ὑμᾶς
κυρῶσαι
εἰς
αὐτὸν
ἀγάπην.
9εἰς
τοῦτο
γὰρ
καὶ
ἔγραψα
ἵνα
γνῶ
τὴν
δοκιμὴν
ὑμῶν
εἰ
εἰς
πάντα
ὑπήκοοί
ἐστε.
10ᾧ
δέ
τι
χαρίζεσθε,
κἀγώ.
καὶ
γὰρ
ἐγὼ
ὃ
κεχάρισμαι
εἴ
τι
κεχάρισμαι,
δι᾽
ὑμᾶς
ἐν
προσώπῳ
Χριστοῦ,
11ἵνα
μὴ
πλεονεκτηθῶμεν
ὑπὸ
τοῦ
Σατανᾶ.
οὐ
γὰρ
αὐτοῦ
τὰ
νοήματα
ἀγνοοῦμεν.
12ἐλθὼν
δὲ
εἰς
τὴν
Τρῳάδα
εἰς
τὸ
εὐαγγέλιον
τοῦ
Χριστοῦ,
καὶ
θύρας
μοι
ἀνεῳγμένης
ἐν
κυρίῳ.
13οὐκ
ἔσχηκα
ἄνεσιν
τῷ
πνεύματί
μου
τῷ
μὴ
εὑρεῖν
με
Τίτον
τὸν
ἀδελφόν
μου·
ἀλλὰ
ἀποταξάμενος
αὐτοῖς
ἐξῆλθον
εἰς
Μακεδονίαν.
14τῷ
δὲ
θεῷ
χάρις·
τῷ
πάντοτε
θριαμβεύοντι
ἡμᾶς
ἐν
τῷ
Χριστῷ·
καὶ
τὴν
ὀσμὴν
τῆς
γνώσεως
αὐτοῦ
φανεροῦντι
δι᾽
ἡμῶν,
ἐν
παντὶ
τόπῳ·
15ὅτι
Χριστοῦ
εὐωδία
ἐσμὲν
τῷ
θεῷ·
ἐν
τοῖς
σῳζομένοις
καὶ
ἐν
τοῖς
ἀπολλυμένοις·
16οἷς
μὲν
ὀσμὴ
ἐκ
θανάτου
εἰς
θάνατον·
οἷς
δὲ
ὀσμὴ
ἐκ
ζωῆς
εἰς
ζωήν.
καὶ
πρὸς
ταῦτα
τίς
ἱκανός;
17οὐ
γάρ
ἐσμεν
ὡς
οἱ
πολλοὶ
καπηλεύοντες
τὸν
λόγον
τοῦ
θεοῦ·
ἀλλ᾽
ὡς
ἐξ
εἰλικρινείας,
ἀλλ᾽
ὡς
ἐκ
θεοῦ
κατέναντι
θεοῦ,
ἐν
Χριστῷ
λαλοῦμεν.