2Cor 3:1-18
2 Corinthians 1 2 3 4 5 6 7 8 9 10 11 12 13
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἀρχόμεθα
πάλιν
ἑαυτοὺς
συνιστάνειν;
ἢ
μὴ
χρῄζομεν,
ὥς
τινες,
συστατικῶν
ἐπιστολῶν
πρὸς
ὑμᾶς,
ἢ
ἐξ
ὑμῶν;
2ἡ
ἐπιστολὴ
ἡμῶν
ὑμεῖς
ἐστέ·
ἐνγεγραμμένη
ἐν
ταῖς
καρδίαις
ἡμῶν,
γινωσκομένη
καὶ
ἀναγινωσκομένη
ὑπὸ
πάντων
ἀνθρώπων·
3φανερούμενοι,
ὅτι
ἐστὲ
ἐπιστολὴ
Χριστοῦ
διακονηθεῖσα
ὑφ᾽
ἡμῶν·
ἐνγεγραμμένη
οὐ
μέλανι,
ἀλλὰ
πνεύματι
θεοῦ
ζῶντος·
οὐκ
ἐν
πλαξὶν
λιθίναις,
ἀλλ᾽
ἐν
πλαξὶν
καρδίαις
σαρκίναις.
4πεποίθησιν
δὲ
τοιαύτην
ἔχομεν
διὰ
τοῦ
Χριστοῦ
πρὸς
τὸν
θεόν.
5οὐχ
ὅτι
ἀφ᾽
ἑαυτῶν
ἱκανοί
ἐσμεν
λογίσασθαί
τι
ὡς
ἐξ
ἑαυτῶν·
ἀλλ᾽
ἡ
ἱκανότης
ἡμῶν
ἐκ
τοῦ
θεοῦ.
6ὃς
καὶ
ἱκάνωσεν
ἡμᾶς
διακόνους
καινῆς
διαθήκης·
οὐ
γράμματος,
ἀλλὰ
πνεύματος.
τὸ
γὰρ
γράμμα
ἀποκτείνει·
τὸ
δὲ
πνεῦμα
ζωοποιεῖ.
7εἰ
δὲ
ἡ
διακονία,
τοῦ
θανάτου,
ἐν
γράμμασιν
ἐντετυπωμένη
λίθοις,
ἐγενήθη
ἐν
δόξῃ
ὥστε
μὴ
δύνασθαι
ἀτενίσαι
τοὺς
υἱοὺς
Ἰσραὴλ
εἰς
τὸ
πρόσωπον
Μωυσέως·
διὰ
τὴν
δόξαν
τοῦ
προσώπου
αὐτοῦ,
τὴν
καταργουμένην.
8πῶς
οὐχὶ
μᾶλλον,
ἡ
διακονία
τοῦ
πνεύματος
ἔσται
ἐν
δόξῃ;
9εἰ
γὰρ
τῇ
διακονίᾳ
τῆς
κατακρίσεως
δόξα,
πολλῷ
μᾶλλον
περισσεύει
ἡ
διακονία
τῆς
δικαιοσύνης
δόξῃ.
10καὶ
γάρ,
οὐ
δεδόξασται
τὸ
δεδοξασμένον
ἐν
τούτῳ
τῷ
μέρει
εἵνεκεν
τῆς
ὑπερβαλλούσης
δόξης.
11εἰ
γὰρ
τὸ
καταργούμενον,
διὰ
δόξης,
πολλῷ
μᾶλλον,
τὸ
μένον
ἐν
δόξῃ.
12ἔχοντες
οὖν
τοιαύτην
ἐλπίδα,
πολλῇ
παρρησίᾳ
χρώμεθα.
13καὶ
οὐ
καθάπερ
Μωυσῆς,
ἐτίθει
κάλυμμα
ἐπὶ
τὸ
πρόσωπον
αὐτοῦ
πρὸς
τὸ
μὴ
ἀτενίσαι
τοὺς
υἱοὺς
Ἰσραὴλ
εἰς
τὸ
τέλος,
τοῦ
καταργουμένου.
14ἀλλὰ
ἐπωρώθη
τὰ
νοήματα
αὐτῶν,
ἄχρι
γὰρ
τῆς
σήμερον
ἡμέρας,
τὸ
αὐτὸ
κάλυμμα
ἐπὶ
τῇ
ἀναγνώσει
τῆς
παλαιᾶς
διαθήκης
μένει·
μὴ
ἀνακαλυπτόμενον
ὅτι
ἐν
Χριστῷ
καταργεῖται·
15ἀλλ᾽
ἕως
σήμερον,
ἡνίκα
ἂν
ἀναγινώσκηται
Μωυσῆς,
κάλυμμα
ἐπὶ
τὴν
καρδίαν
αὐτῶν
κεῖται·
16ἡνίκα
δὲ
ἐὰν
ἐπιστρέψῃ
πρὸς
κύριον,
περιαιρεῖται
τὸ
κάλυμμα.
17ὁ
δὲ
κύριος
τὸ
πνεῦμά
ἐστιν,
οὗ
δὲ
τὸ
πνεῦμα
κυρίου,
ἐλευθερία.
18ἡμεῖς
δὲ
πάντες
ἀνακεκαλυμμένῳ
προσώπῳ
τὴν
δόξαν
κυρίου
κατοπτριζόμενοι·
τὴν
αὐτὴν
εἰκόνα
μεταμορφούμεθα
ἀπὸ
δόξης
εἰς
δόξαν
καθάπερ
ἀπὸ
κυρίου—
πνεύματος—.