The Bible

Old Testament

New Testament

Give Us Feedback

2Cor 4:1-18

2 Corinthians 1 2 3 4 5 6 7 8 9 10 11 12 13

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν. 2ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης· μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ· ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας, συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων, ἐνώπιον τοῦ θεοῦ. 3εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον· 4ἐν οἷς θεὸς τοῦ αἰῶνος τούτου, ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων· εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. 5οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Ἰησοῦν Χριστὸν κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6ὅτι θεός, εἰπών, Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν· ἵνα ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· 8ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· 9διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· 10πάντοτε, τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11ἀεὶ γάρ, ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12ὥστε θάνατος ἐν ἡμῖν ἐνεργεῖται, δὲ ζωὴ ἐν ὑμῖν. 13ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν διὸ καὶ λαλοῦμεν· 14εἰδότες ὅτι ἐγείρας τὸν κύριον Ἰησοῦν, καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15τὰ γὰρ πάντα δι᾽ ὑμᾶς· ἵνα χάρις πλεονάσασα διὰ τῶν πλειόνων, τὴν εὐχαριστίαν περισσεύσῃ, εἰς τὴν δόξαν τοῦ θεοῦ. 16διὸ οὐκ ἐγκακοῦμεν· ἀλλ᾽ εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν· καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν· 18μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλά, τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.