2Cor 5:1-21
2 Corinthians 1 2 3 4 5 6 7 8 9 10 11 12 13
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1οἴδαμεν
γὰρ
ὅτι
ἐὰν
ἡ
ἐπίγειος
ἡμῶν
οἰκία
τοῦ
σκήνους
καταλυθῇ,
οἰκοδομὴν
ἐκ
θεοῦ
ἔχομεν,
οἰκίαν
ἀχειροποίητον
αἰώνιον
ἐν
τοῖς
οὐρανοῖς.
2καὶ
γὰρ
ἐν
τούτῳ
στενάζομεν,
τὸ
οἰκητήριον
ἡμῶν
τὸ
ἐξ
οὐρανοῦ
ἐπενδύσασθαι
ἐπιποθοῦντες·
3εἴ
γε
καὶ
ἐνδυσάμενοι,
οὐ
γυμνοὶ
εὑρεθησόμεθα.
4καὶ
γὰρ
οἱ
ὄντες
ἐν
τῷ
σκήνει,
στενάζομεν
βαρούμενοι,
ἐφ᾽
ᾧ
οὐ
θέλομεν
ἐκδύσασθαι
ἀλλ᾽
ἐπενδύσασθαι·
ἵνα,
καταποθῇ
τὸ
θνητὸν
ὑπὸ
τῆς
ζωῆς.
5ὁ
δὲ
κατεργασάμενος
ἡμᾶς
εἰς
αὐτὸ
τοῦτο
θεός,
ὁ
δοὺς
ἡμῖν
τὸν
ἀρραβῶνα
τοῦ
πνεύματος.
6θαρροῦντες
οὖν
πάντοτε,
καὶ
εἰδότες
ὅτι
ἐνδημοῦντες
ἐν
τῷ
σώματι
ἐκδημοῦμεν
ἀπὸ
τοῦ
κυρίου·
7διὰ
πίστεως
γὰρ
περιπατοῦμεν
οὐ
διὰ
εἴδους.
8θαρροῦμεν
δὲ
καὶ
εὐδοκοῦμεν,
μᾶλλον
ἐκδημῆσαι
ἐκ
τοῦ
σώματος,
καὶ
ἐνδημῆσαι
πρὸς
τὸν
κύριον.
9διὸ
καὶ
φιλοτιμούμεθα
εἴτε
ἐνδημοῦντες
εἴτε
ἐκδημοῦντες,
εὐάρεστοι
αὐτῷ
εἶναι.
10τοὺς
γὰρ
πάντας
ἡμᾶς
φανερωθῆναι
δεῖ
ἔμπροσθεν
τοῦ
βήματος
τοῦ
Χριστοῦ·
ἵνα
κομίσηται
ἕκαστος
τὰ
διὰ
τοῦ
σώματος
πρὸς
ἃ
ἔπραξεν
εἴτε
ἀγαθὸν
εἴτε
φαῦλον.
11εἰδότες
οὖν
τὸν
φόβον
τοῦ
κυρίου,
ἀνθρώπους
πείθομεν·
θεῷ
δὲ
πεφανερώμεθα,
ἐλπίζω
δέ,
καί,
ἐν
ταῖς
συνειδήσεσιν
ὑμῶν
πεφανερῶσθαι.
12οὐ
πάλιν
ἑαυτοὺς
συνιστάνομεν
ὑμῖν;
ἀλλά,
ἀφορμὴν
διδόντες
ὑμῖν
καυχήματος
ὑπὲρ
ἡμῶν,
ἵνα
ἔχητε
πρὸς
τοὺς
ἐν
προσώπῳ
καυχωμένους
καὶ
μὴ
ἐν
καρδίᾳ.
13εἴτε
γὰρ
ἐξέστημεν,
θεῷ·
εἴτε
σωφρονοῦμεν,
ὑμῖν.
14ἡ
γὰρ
ἀγάπη
τοῦ
Χριστοῦ
συνέχει
ἡμᾶς·
κρίναντας
τοῦτο
ὅτι
εἷς
ὑπὲρ
πάντων
ἀπέθανεν,
ἄρα
οἱ
πάντες
ἀπέθανον.
15καὶ
ὑπὲρ
πάντων
ἀπέθανεν
ἵνα
οἱ
ζῶντες
μηκέτι
ἑαυτοῖς
ζῶσιν·
ἀλλά,
τῷ
ὑπὲρ
αὐτῶν
ἀποθανόντι
καὶ
ἐγερθέντι.
16ὥστε
ἡμεῖς
ἀπὸ
τοῦ
νῦν
οὐδένα
οἴδαμεν
κατὰ
σάρκα.
εἰ
καὶ
ἐγνώκαμεν
κατὰ
σάρκα
Χριστόν·
ἀλλὰ
νῦν
οὐκέτι
γινώσκομεν.
17ὥστε
εἴ
τις
ἐν
Χριστῷ
καινὴ
κτίσις·
τὰ
ἀρχαῖα
παρῆλθεν,
ἰδοὺ
γέγονεν
καινά·
18τὰ
δὲ
πάντα
ἐκ
τοῦ
θεοῦ,
τοῦ
καταλλάξαντος
ἡμᾶς
ἑαυτῷ
διὰ
Χριστοῦ·
καὶ
δόντος
ἡμῖν
τὴν
διακονίαν
τῆς
καταλλαγῆς·
19ὡς
ὅτι
θεὸς
ἦν
ἐν
Χριστῷ,
κόσμον
καταλλάσσων
ἑαυτῷ,
μὴ
λογιζόμενος
αὐτοῖς
τὰ
παραπτώματα
αὐτῶν·
καὶ
θέμενος
ἐν
ἡμῖν
τὸν
λόγον
τῆς
καταλλαγῆς.
20ὑπὲρ
Χριστοῦ
οὖν
πρεσβεύομεν·
ὡς
τοῦ
θεοῦ
παρακαλοῦντος
δι᾽
ἡμῶν.
δεόμεθα
ὑπὲρ
Χριστοῦ,
Καταλλάγητε
τῷ
θεῷ.
21τὸν
μὴ
γνόντα
ἁμαρτίαν,
ὑπὲρ
ἡμῶν
ἁμαρτίαν
ἐποίησεν,
ἵνα
ἡμεῖς
γενώμεθα
δικαιοσύνη
θεοῦ
ἐν
αὐτῷ.