2Jn 1:1-13
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ὁ
πρεσβύτερος,
ἐκλεκτῇ
κυρίᾳ
καὶ
τοῖς
τέκνοις
αὐτῆς,
οὓς
ἐγὼ
ἀγαπῶ
ἐν
ἀληθείᾳ—
καὶ
οὐκ
ἐγὼ
μόνος
ἀλλὰ
καὶ
πάντες
οἱ
ἐγνωκότες
τὴν
ἀλήθειαν—
2διὰ
τὴν
ἀλήθειαν
τὴν
μένουσαν
ἐν
ἡμῖν
καὶ
μεθ᾽
ἡμῶν
ἔσται
εἰς
τὸν
αἰῶνα.
3ἔσται
μεθ᾽
ἡμῶν
χάρις,
ἔλεος,
εἰρήνη,
παρὰ
θεοῦ
πατρός
καὶ
παρὰ
Ἰησοῦ
Χριστοῦ
τοῦ
υἱοῦ
τοῦ
πατρός,
ἐν
ἀληθείᾳ
καὶ
ἀγάπῃ.
4ἐχάρην
λίαν
ὅτι
εὕρηκα
ἐκ
τῶν
τέκνων
σου
περιπατοῦντας
ἐν
ἀληθείᾳ,
καθὼς
ἐντολὴν
ἐλάβομεν
παρὰ
τοῦ
πατρός.
5καὶ
νῦν
ἐρωτῶ
σε,
κυρία,
οὐχ
ὡς
ἐντολὴν
γράφων
σοι
καινήν·
ἀλλὰ
ἣν
εἴχαμεν
ἀπ᾽
ἀρχῆς,
ἵνα
ἀγαπῶμεν
ἀλλήλους.
6καὶ
αὕτη
ἐστὶν
ἡ
ἀγάπη
ἵνα
περιπατῶμεν
κατὰ
τὰς
ἐντολὰς
αὐτοῦ,
αὕτη
ἡ
ἐντολή
ἐστιν,
καθὼς
ἠκούσατε
ἀπ᾽
ἀρχῆς,
ἵνα
ἐν
αὐτῇ
περιπατῆτε.
7ὅτι
πολλοὶ
πλάνοι
ἐξῆλθαν
εἰς
τὸν
κόσμον·
οἱ
μὴ
ὁμολογοῦντες
Ἰησοῦν
Χριστὸν
ἐρχόμενον
ἐν
σαρκί.
οὗτός
ἐστιν
ὁ
πλάνος
καὶ
ὁ
ἀντίχριστος.
8βλέπετε
ἑαυτούς
ἵνα
μὴ
ἀπολέσητε
ἃ
ἠργασάμεθα·
ἀλλὰ
μισθὸν
πλήρη
ἀπολάβητε.
9πᾶς
ὁ
προάγων
καὶ
μὴ
μένων
ἐν
τῇ
διδαχῇ
τοῦ
Χριστοῦ
θεὸν
οὐκ
ἔχει·
ὁ
μένων
ἐν
τῇ
διδαχῇ
οὗτος
καὶ
τὸν
πατέρα
καὶ
τὸν
υἱὸν
ἔχει.
10εἴ
τις
ἔρχεται
πρὸς
ὑμᾶς
καὶ
ταύτην
τὴν
διδαχὴν
οὐ
φέρει,
μὴ
λαμβάνετε
αὐτὸν
εἰς
οἰκίαν
καὶ
χαίρειν
αὐτῷ
μὴ
λέγετε.
11ὁ
λέγων
γὰρ
αὐτῷ
χαίρειν
κοινωνεῖ
τοῖς
ἔργοις
αὐτοῦ
τοῖς
πονηροῖς.
12πολλὰ
ἔχων
ὑμῖν
γράφειν,
οὐκ
ἐβουλήθην
διὰ
χάρτου
καὶ
μέλανος·
ἀλλὰ
ἐλπίζω
γενέσθαι
πρὸς
ὑμᾶς
καὶ
στόμα
πρὸς
στόμα
λαλῆσαι·
ἵνα
ἡ
χαρὰ
ἡμῶν
πεπληρωμένη
ᾖ.
13ἀσπάζεταί
σε
τὰ
τέκνα
τῆς
ἀδελφῆς
σου,
τῆς
ἐκλεκτῆς.
