2Pet 1:1-21
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Συμεὼν
Πέτρος,
δοῦλος
καὶ
ἀπόστολος
Ἰησοῦ
Χριστοῦ·
τοῖς
ἰσότιμον
ἡμῖν
λαχοῦσιν
πίστιν·
ἐν
δικαιοσύνῃ
τοῦ
θεοῦ
ἡμῶν
καὶ
σωτῆρος,
Ἰησοῦ
Χριστοῦ·
2χάρις
ὑμῖν
καὶ
εἰρήνη
πληθυνθείη
ἐν
ἐπιγνώσει
τοῦ
θεοῦ
καὶ
Ἰησοῦ
τοῦ
κυρίου
ἡμῶν.
3ὡς
πάντα
ἡμῖν,
τῆς
θείας
δυνάμεως
αὐτοῦ,
τὰ
πρὸς
ζωὴν
καὶ
εὐσέβειαν
δεδωρημένης·
διὰ
τῆς
ἐπιγνώσεως
τοῦ
καλέσαντος
ἡμᾶς,
ἰδίᾳ
δόξῃ
καὶ
ἀρετῇ·
4δι᾽
ὧν
τὰ
τίμια
καὶ
μέγιστα
ἡμῖν
ἐπαγγέλματα
δεδώρηται·
ἵνα
διὰ
τούτων
γένησθε
θείας
κοινωνοὶ
φύσεως
ἀποφυγόντες
τῆς
ἐν
τῷ
κόσμῳ
ἐν
ἐπιθυμίᾳ
φθορᾶς.
5καὶ
αὐτὸ
τοῦτο
δέ,
σπουδὴν
πᾶσαν
παρεισενέγκαντες
ἐπιχορηγήσατε
ἐν
τῇ
πίστει
ὑμῶν
τὴν
ἀρετήν·
ἐν
δὲ
τῇ
ἀρετῇ,
τὴν
γνῶσιν·
6ἐν
δὲ
τῇ
γνώσει,
τὴν
ἐγκράτειαν·
ἐν
δὲ
τῇ
ἐγκρατείᾳ,
τὴν
ὑπομονήν·
ἐν
δὲ
τῇ
ὑπομονῇ,
τὴν
εὐσέβειαν·
7ἐν
δὲ
τῇ
εὐσεβείᾳ,
τὴν
φιλαδελφίαν·
ἐν
δὲ
τῇ
φιλαδελφίᾳ,
τὴν
ἀγάπην.
8ταῦτα
γὰρ
ὑμῖν
ὑπάρχοντα
καὶ
πλεονάζοντα,
οὐκ
ἀργοὺς
οὐδὲ
ἀκάρπους
καθίστησιν
εἰς
τὴν
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
ἐπίγνωσιν·
9ᾧ
γὰρ
μὴ
πάρεστιν
ταῦτα
τυφλός
ἐστιν
μυωπάζων,
λήθην
λαβὼν
τοῦ
καθαρισμοῦ
τῶν
πάλαι
αὐτοῦ
ἁμαρτιῶν.
10διὸ
μᾶλλον,
ἀδελφοί,
σπουδάσατε
βεβαίαν
ὑμῶν
τὴν
κλῆσιν
καὶ
ἐκλογὴν
ποιεῖσθαι·
ταῦτα
γὰρ
ποιοῦντες,
οὐ
μὴ
πταίσητέ
ποτε.
11οὕτως
γὰρ
πλουσίως
ἐπιχορηγηθήσεται
ὑμῖν
ἡ
εἴσοδος
εἰς
τὴν
αἰώνιον
βασιλείαν
τοῦ
κυρίου
ἡμῶν
καὶ
σωτῆρος
Ἰησοῦ
Χριστοῦ.
12διὸ
μελλήσω
ἀεὶ
ὑμᾶς
ὑπομιμνήσκειν
περὶ
τούτων—
καίπερ
εἰδότας
καὶ
ἐστηριγμένους
ἐν
τῇ
παρούσῃ
ἀληθείᾳ.
13δίκαιον
δὲ
ἡγοῦμαι
ἐφ᾽
ὅσον
εἰμὶ
ἐν
τούτῳ
τῷ
σκηνώματι
διεγείρειν
ὑμᾶς
ἐν
ὑπομνήσει·
14εἰδὼς
ὅτι
ταχινή
ἐστιν
ἡ
ἀπόθεσις
τοῦ
σκηνώματός
μου
καθὼς
καὶ
ὁ
κύριος
ἡμῶν
Ἰησοῦς
Χριστὸς
ἐδήλωσέν
μοι,
15σπουδάσω
δὲ
καὶ
ἑκάστοτε
ἔχειν
ὑμᾶς
μετὰ
τὴν
ἐμὴν
ἔξοδον
τὴν
τούτων
μνήμην
ποιεῖσθαι.
16οὐ
γὰρ
σεσοφισμένοις
μύθοις
ἐξακολουθήσαντες
ἐγνωρίσαμεν
ὑμῖν
τὴν
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
δύναμιν
καὶ
παρουσίαν·
ἀλλ᾽
ἐπόπται
γενηθέντες
τῆς
ἐκείνου
μεγαλειότητος
17λαβὼν
γὰρ
παρὰ
θεοῦ
πατρὸς
τιμὴν
καὶ
δόξαν·
φωνῆς
ἐνεχθείσης
αὐτῷ
τοιᾶσδε
ὑπὸ
τῆς
μεγαλοπρεποῦς
δόξης,
Ὁ
υἱός
μου
ὁ
ἀγαπητός
μου,
οὗτός
ἐστιν
εἰς
ὃν
ἐγὼ
εὐδόκησα·
18καὶ
ταύτην
τὴν
φωνὴν
ἡμεῖς
ἠκούσαμεν
ἐξ
οὐρανοῦ
ἐνεχθεῖσαν
σὺν
αὐτῷ
ὄντες
ἐν
τῷ
ἁγίῳ
ὄρει.
19καί,
ἔχομεν
βεβαιότερον
τὸν
προφητικὸν
λόγον·
ᾧ
καλῶς
ποιεῖτε
προσέχοντες,
ὡς
λύχνῳ
φαίνοντι
ἐν
αὐχμηρῷ
τόπῳ—
ἕως
οὗ
ἡμέρα
διαυγάσῃ,
καὶ
φωσφόρος
ἀνατείλῃ
ἐν
ταῖς
καρδίαις
ὑμῶν·
20τοῦτο
πρῶτον
γινώσκοντες,
ὅτι
πᾶσα
προφητεία
γραφῆς
ἰδίας
ἐπιλύσεως
οὐ
γίνεται,
21οὐ
γὰρ
θελήματι
ἀνθρώπου
ἠνέχθη
προφητεία
ποτέ·
ἀλλά,
ὑπὸ
πνεύματος
ἁγίου
φερόμενοι,
ἐλάλησαν
ἀπὸ
θεοῦ
ἄνθρωποι.