The Bible

Old Testament

New Testament

Give Us Feedback

2Pet 2:1-22

2 Peter 1 2 3

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι· οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι. ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· 2καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις· δι᾽ οὕς, ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 3καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἀπώλεια αὐτῶν οὐ νυστάζει. 4εἰ γὰρ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο· ἀλλὰ σειροῖς ζόφου, ταρταρώσας, παρέδωκεν εἰς κρίσιν τηρουμένους· 5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο— ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν· κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· 6καί, πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας κατέκρινεν· ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς· 7καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρύσατο· 8βλέμματι γάρ, καὶ ἀκοῇ δίκαιος ἐνκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· 9οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· 10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. τολμηταὶ αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες, 11ὅπου, ἄγγελοι ἰσχύι καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ᾽ αὐτῶν παρὰ κυρίου βλάσφημον κρίσιν. 12οὗτοι δὲ ὡς ἄλογα ζῷα, γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν· ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται· 13ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν· σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν· 14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος, καὶ ἀκαταπάστους ἁμαρτίας· δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες— κατάρας τέκνα· 15καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βεώρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν· 16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. 17οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι· οἷς ζόφος τοῦ σκότους τετήρηται. 18ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν· ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις· τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους· 19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· γάρ τις ἥττηται τούτῳ δεδούλωται. 20εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καί, Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.