2Thes 1:1-12
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
καὶ
Σιλουανός,
καὶ
Τιμόθεος·
τῇ
ἐκκλησίᾳ
Θεσσαλονικέων,
ἐν
θεῷ
πατρὶ
ἡμῶν
καὶ
κυρίῳ
Ἰησοῦ
Χριστῷ·
2χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
3εὐχαριστεῖν
ὀφείλομεν
τῷ
θεῷ
πάντοτε
περὶ
ὑμῶν,
ἀδελφοί,
καθὼς
ἄξιόν
ἐστιν,
ὅτι
ὑπεραυξάνει
ἡ
πίστις
ὑμῶν
καὶ
πλεονάζει
ἡ
ἀγάπη
ἑνὸς
ἑκάστου
πάντων
ὑμῶν
εἰς
ἀλλήλους·
4ὥστε
αὐτοὺς
ἡμᾶς
ἐν
ὑμῖν
ἐνκαυχᾶσθαι
ἐν
ταῖς
ἐκκλησίαις
τοῦ
θεοῦ
ὑπὲρ
τῆς
ὑπομονῆς
ὑμῶν
καὶ
πίστεως
ἐν
πᾶσιν
τοῖς
διωγμοῖς
ὑμῶν
καὶ
ταῖς
θλίψεσιν
αἷς
ἀνέχεσθε·
5ἔνδειγμα
τῆς
δικαίας
κρίσεως
τοῦ
θεοῦ,
εἰς
τὸ
καταξιωθῆναι
ὑμᾶς
τῆς
βασιλείας
τοῦ
θεοῦ,
ὑπὲρ
ἧς
καὶ
πάσχετε·
6εἴπερ
δίκαιον
παρὰ
θεῷ
ἀνταποδοῦναι
τοῖς
θλίβουσιν
ὑμᾶς
θλῖψιν·
7καὶ
ὑμῖν
τοῖς
θλιβομένοις
ἄνεσιν
μεθ᾽
ἡμῶν
ἐν
τῇ
ἀποκαλύψει
τοῦ
κυρίου
Ἰησοῦ
ἀπ᾽
οὐρανοῦ·
μετ᾽
ἀγγέλων
δυνάμεως
αὐτοῦ,
8ἐν
πυρὶ
φλογός,
διδόντος
ἐκδίκησιν
τοῖς
μὴ
εἰδόσι
θεὸν
καὶ
τοῖς
μὴ
ὑπακούουσιν
τῷ
εὐαγγελίῳ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ·
9οἵτινες
δίκην
τίσουσιν
ὄλεθρον
αἰώνιον,
ἀπὸ
προσώπου
τοῦ
κυρίου
καὶ
ἀπὸ
τῆς
δόξης
τῆς
ἰσχύος
αὐτοῦ·
10ὅταν
ἔλθῃ,
ἐνδοξασθῆναι
ἐν
τοῖς
ἁγίοις
αὐτοῦ—
καὶ
θαυμασθῆναι
ἐν
πᾶσιν
τοῖς
πιστεύσασιν·
ὅτι
ἐπιστεύθη
τὸ
μαρτύριον
ἡμῶν
ἐφ᾽
ὑμᾶς,
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ.
11εἰς
ὃ
καὶ
προσευχόμεθα
πάντοτε
περὶ
ὑμῶν,
ἵνα
ὑμᾶς
ἀξιώσῃ
τῆς
κλήσεως
ὁ
θεὸς
ἡμῶν·
καὶ
πληρώσῃ
πᾶσαν
εὐδοκίαν
ἀγαθωσύνης
καὶ
ἔργον
πίστεως
ἐν
δυνάμει·
12ὅπως
ἐνδοξασθῇ
τὸ
ὄνομα
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
ἐν
ὑμῖν,
καὶ
ὑμεῖς
ἐν
αὐτῷ·
κατὰ
τὴν
χάριν
τοῦ
θεοῦ
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
