2Tim 1:1-18
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ
διὰ
θελήματος
θεοῦ·
κατ᾽
ἐπαγγελίαν
ζωῆς
τῆς
ἐν
Χριστῷ
Ἰησοῦ·
2Τιμοθέῳ,
ἀγαπητῷ
τέκνῳ,
χάρις,
ἔλεος,
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
καὶ
Χριστοῦ
Ἰησοῦ
τοῦ
κυρίου
ἡμῶν.
3χάριν
ἔχω
τῷ
θεῷ—
ᾧ
λατρεύω,
ἀπὸ
προγόνων,
ἐν
καθαρᾷ
συνειδήσει·
ὡς
ἀδιάλειπτον
ἔχω
τὴν
περὶ
σοῦ
μνείαν
ἐν
ταῖς
δεήσεσίν
μου
νυκτὸς
καὶ
ἡμέρας·
4ἐπιποθῶν
σε
ἰδεῖν,
μεμνημένος
σου
τῶν
δακρύων·
ἵνα
χαρᾶς
πληρωθῶ·
5ὑπόμνησιν
λαβὼν
τῆς
ἐν
σοὶ
ἀνυποκρίτου
πίστεως,
ἥτις
ἐνῴκησεν
πρῶτον
ἐν
τῇ
μάμμῃ
σου
Λωίδι
καὶ
τῇ
μητρί
σου,
Εὐνίκῃ·
πέπεισμαι
δὲ
ὅτι
καὶ
ἐν
σοί.
6δι᾽
ἣν
αἰτίαν
ἀναμιμνήσκω
σε
ἀναζωπυρεῖν
τὸ
χάρισμα
τοῦ
θεοῦ
ὅ
ἐστιν
ἐν
σοὶ
διὰ
τῆς
ἐπιθέσεως
τῶν
χειρῶν
μου.
7οὐ
γὰρ
ἔδωκεν
ἡμῖν
ὁ
θεὸς
πνεῦμα
δειλίας,
ἀλλὰ
δυνάμεως,
καὶ
ἀγάπης,
καὶ
σωφρονισμοῦ.
8μὴ
οὖν
ἐπαισχυνθῇς
τὸ
μαρτύριον
τοῦ
κυρίου
ἡμῶν·
μηδέ,
ἐμὲ
τὸν
δέσμιον
αὐτοῦ·
ἀλλὰ
συνκακοπάθησον
τῷ
εὐαγγελίῳ,
κατὰ
δύναμιν
θεοῦ·
9τοῦ
σώσαντος
ἡμᾶς
καὶ
καλέσαντος
κλήσει
ἁγίᾳ·
οὐ
κατὰ
τὰ
ἔργα
ἡμῶν,
ἀλλὰ
κατὰ
ἰδίαν
πρόθεσιν—
καὶ
χάριν
τὴν
δοθεῖσαν
ἡμῖν
ἐν
Χριστῷ
Ἰησοῦ—
πρὸ
χρόνων
αἰωνίων·
10φανερωθεῖσαν
δὲ
νῦν
διὰ
τῆς
ἐπιφανείας
τοῦ
σωτῆρος
ἡμῶν,
Χριστοῦ
Ἰησοῦ·
καταργήσαντος
μὲν
τὸν
θάνατον
φωτίσαντος
δὲ
ζωὴν
καὶ
ἀφθαρσίαν
διὰ
τοῦ
εὐαγγελίου·
11εἰς
ὃ
ἐτέθην
ἐγὼ
κῆρυξ,
καὶ
ἀπόστολος,
καὶ
διδάσκαλος.
12δι᾽
ἣν
αἰτίαν
καὶ
ταῦτα
πάσχω·
ἀλλ᾽
οὐκ
ἐπαισχύνομαι,
οἶδα
γὰρ
ᾧ
πεπίστευκα,
καὶ
πέπεισμαι
ὅτι
δυνατός
ἐστιν
τὴν
παραθήκην
μου
φυλάξαι
εἰς
ἐκείνην
τὴν
ἡμέραν.
13ὑποτύπωσιν
ἔχε
ὑγιαινόντων
λόγων
ὧν
παρ᾽
ἐμοῦ
ἤκουσας—
ἐν
πίστει
καὶ
ἀγάπῃ
τῇ
ἐν
Χριστῷ
Ἰησοῦ·
14τὴν
καλὴν
παραθήκην
φύλαξον,
διὰ
πνεύματος
ἁγίου
τοῦ
ἐνοικοῦντος
ἐν
ἡμῖν.
15οἶδας
τοῦτο,
ὅτι
ἀπεστράφησάν
με
πάντες
οἱ
ἐν
τῇ
Ἀσίᾳ—
ὧν
ἐστὶν
Φύγελος
καὶ
Ἑρμογένης.
16δῴη
ἔλεος
ὁ
κύριος
τῷ
Ὀνησιφόρου
οἴκῳ
ὅτι
πολλάκις
με
ἀνέψυξεν·
καὶ
τὴν
ἅλυσίν
μου
οὐκ
ἐπαισχύνθη·
17ἀλλὰ
γενόμενος
ἐν
Ῥώμῃ,
σπουδαίως
ἐζήτησέν
με
καὶ
εὗρεν·
18δῴη
αὐτῷ
ὁ
κύριος
εὑρεῖν
ἔλεος
παρὰ
κυρίου
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ.
καὶ
ὅσα
ἐν
Ἐφέσῳ
διηκόνησεν,
βέλτιον
σὺ
γινώσκεις.