The Bible

Old Testament

New Testament

Give Us Feedback

2Tim 2:1-26

2 Timothy 1 2 3 4

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1σύ, οὖν τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· 2καὶ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων· ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3συνκακοπάθησον, ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ. 4οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5ἐὰν δὲ καί, ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7νόει λέγω. δώσει γάρ σοι κύριος σύνεσιν ἐν πᾶσιν. 8μνημόνευε Ἰησοῦν Χριστόν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυείδ· κατὰ τὸ εὐαγγέλιόν μου· 9ἐν ᾧ, κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ λόγος τοῦ θεοῦ οὐ δέδεται. 10διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτοὺς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11πιστὸς λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν. 12εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. 13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. 14ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν· ἐπ᾽ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ· ἐργάτην, ἀνεπαίσχυντον ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16τὰς δὲ βεβήλους κενοφωνίας, περιίστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας· 17καὶ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει, ὧν ἐστὶν Ὑμέναιος καὶ Φίλητος· 18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19 μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ̓Έγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὀνομάζων τὸ ὄνομα κυρίου. 20ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ μὲν εἰς τιμήν, δὲ εἰς ἀτιμίαν. 21ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον· εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δέ, δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. 23τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας· 24δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον· 25ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δώῃ αὐτοῖς θεὸς μετάνοιαν, εἰς ἐπίγνωσιν ἀληθείας· 26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος· ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.