2Tim 4:1-22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1διαμαρτύρομαι
ἐνώπιον
τοῦ
θεοῦ
καὶ
Χριστοῦ
Ἰησοῦ—
τοῦ
μέλλοντος
κρίνειν
ζῶντας
καὶ
νεκροὺς
καὶ
τὴν
ἐπιφάνειαν
αὐτοῦ
καὶ
τὴν
βασιλείαν
αὐτοῦ·
2κήρυξον
τὸν
λόγον·
ἐπίστηθι,
εὐκαίρως
ἀκαίρως·
ἔλεγξον,
ἐπιτίμησον,
παρακάλεσον
ἐν
πάσῃ
μακροθυμίᾳ,
καὶ
διδαχῇ.
3ἔσται
γὰρ
καιρὸς
ὅτε
τῆς
ὑγιαινούσης
διδασκαλίας
οὐκ
ἀνέξονται·
ἀλλὰ
κατὰ
τὰς
ἰδίας
ἐπιθυμίας
ἑαυτοῖς
ἐπισωρεύσουσιν
διδασκάλους
κνηθόμενοι
τὴν
ἀκοήν·
4καὶ
ἀπὸ
μὲν
τῆς
ἀληθείας
τὴν
ἀκοὴν
ἀποστρέψουσιν
ἐπὶ
δὲ
τοὺς
μύθους
ἐκτραπήσονται.
5σὺ
δὲ
νῆφε
ἐν
πᾶσιν·
κακοπάθησον·
ἔργον
ποίησον
εὐαγγελιστοῦ,
τὴν
διακονίαν
σου
πληροφόρησον.
6ἐγὼ
γάρ,
ἤδη
σπένδομαι·
καὶ
ὁ
καιρὸς
τῆς
ἀναλύσεώς
μου
ἐφέστηκεν.
7τὸν
καλὸν
ἀγῶνα
ἠγώνισμαι,
τὸν
δρόμον
τετέλεκα,
τὴν
πίστιν
τετήρηκα·
8λοιπὸν
ἀπόκειταί
μοι—
ὁ
τῆς
δικαιοσύνης
στέφανος
ὃν
ἀποδώσει
μοι
ὁ
κύριος,
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ,
ὁ
δίκαιος
κριτής·
οὐ
μόνον
δὲ
ἐμοὶ
ἀλλὰ
καὶ
πᾶσιν
τοῖς
ἠγαπηκόσι
τὴν
ἐπιφάνειαν
αὐτοῦ.
9σπούδασον
ἐλθεῖν
πρός
με
ταχέως·
10Δημᾶς
γάρ
με
ἐγκατέλιπεν
ἀγαπήσας
τὸν
νῦν
αἰῶνα
καὶ
ἐπορεύθη
εἰς
Θεσσαλονίκην·
Κρήσκης
εἰς
Γαλατίαν,
Τίτος
εἰς
Δαλματίαν·
11Λουκᾶς
ἐστὶν
μόνος
μετ᾽
ἐμοῦ.
Μᾶρκον
ἀναλαβὼν
ἄγε
μετὰ
σεαυτοῦ,
ἔστιν
γάρ
μοι
εὔχρηστος
εἰς
διακονίαν.
12Τύχικον
δὲ
ἀπέστειλα
εἰς
̓Έφεσον.
13τὸν
φαιλόνην
ὃν
ἀπέλιπον
ἐν
Τρῳάδι
παρὰ
Κάρπῳ,
ἐρχόμενος,
φέρε·
καὶ
τὰ
βιβλία,
μάλιστα
τὰς
μεμβράνας.
14Ἀλέξανδρος
ὁ
χαλκεὺς
πολλά
μοι
κακὰ
ἐνεδείξατο,
ἀποδώσει
αὐτῷ
ὁ
κύριος
κατὰ
τὰ
ἔργα
αὐτοῦ·
15ὃν
καὶ
σὺ
φυλάσσου,
λίαν
γὰρ
ἀντέστη
τοῖς
ἡμετέροις
λόγοις.
16ἐν
τῇ
πρώτῃ
μου
ἀπολογίᾳ,
οὐδείς
μοι
παρεγένετο·
ἀλλὰ
πάντες
με
ἐγκατέλειπον·
μὴ
αὐτοῖς
λογισθείη·
17ὁ
δὲ
κύριός
μοι
παρέστη
καὶ
ἐνεδυνάμωσέν
με,
ἵνα
δι᾽
ἐμοῦ
τὸ
κήρυγμα
πληροφορηθῇ
καὶ
ἀκούσωσιν
πάντα
τὰ
ἔθνη·
καὶ
ἐρύσθην
ἐκ
στόματος
λέοντος.
18ῥύσεταί
με
ὁ
κύριος
ἀπὸ
παντὸς
ἔργου
πονηροῦ
καὶ
σώσει
εἰς
τὴν
βασιλείαν
αὐτοῦ
τὴν
ἐπουράνιον·
ᾧ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων·
ἀμήν.
19ἄσπασαι
Πρίσκαν
καὶ
Ἀκύλαν
καὶ
τὸν
Ὀνησιφόρου
οἶκον.
20̓Έραστος
ἔμεινεν
ἐν
Κορίνθῳ,
Τρόφιμον
δὲ
ἀπέλιπον
ἐν
Μιλήτῳ
ἀσθενοῦντα.
21σπούδασον
πρὸ
χειμῶνος
ἐλθεῖν.
ἀσπάζεταί
σε
Εὔβουλος,
καὶ
Πούδης,
καὶ
Λίνος,
καὶ
Κλαυδία,
καὶ
οἱ
ἀδελφοὶ
πάντες.
22ὁ
κύριος
μετὰ
τοῦ
πνεύματός
σου.
ἡ
χάρις
μεθ᾽
ὑμῶν.