3Jn 1:1-15
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ὁ
πρεσβύτερος·
Γαΐῳ,
τῷ
ἀγαπητῷ,
ὃν
ἐγὼ
ἀγαπῶ
ἐν
ἀληθείᾳ.
2ἀγαπητέ,
περὶ
πάντων
εὔχομαί
σε
εὐοδοῦσθαι
καὶ
ὑγιαίνειν
καθὼς
εὐοδοῦταί
σου
ἡ
ψυχή.
3ἐχάρην
γὰρ
λίαν
ἐρχομένων
ἀδελφῶν
καὶ
μαρτυρούντων
σου
τῇ
ἀληθείᾳ
καθὼς
σὺ
ἐν
ἀληθείᾳ
περιπατεῖς.
4μειζοτέραν
τούτων
οὐκ
ἔχω
χαρὰν
ἵνα
ἀκούω
τὰ
ἐμὰ
τέκνα
ἐν
τῇ
ἀληθείᾳ
περιπατοῦντα.
5ἀγαπητέ,
πιστὸν
ποιεῖς
ὃ
ἐὰν
ἐργάσῃ
εἰς
τοὺς
ἀδελφούς,
καὶ
τοῦτο
ξένους.
6οἳ
ἐμαρτύρησάν
σου
τῇ
ἀγάπῃ
ἐνώπιον
ἐκκλησίας·
οὓς
καλῶς
ποιήσεις
προπέμψας
ἀξίως
τοῦ
θεοῦ.
7ὑπὲρ
γὰρ
τοῦ
ὀνόματος
ἐξῆλθαν
μηδὲν
λαμβάνοντες
ἀπὸ
τῶν
ἐθνικῶν.
8ἡμεῖς
οὖν
ὀφείλομεν
ὑπολαμβάνειν
τοὺς
τοιούτους
ἵνα
συνεργοὶ
γινώμεθα
τῇ
ἀληθείᾳ.
9ἔγραψά
τι
τῇ
ἐκκλησίᾳ,
ἀλλ᾽
ὁ
φιλοπρωτεύων
αὐτῶν,
Διοτρέφης,
οὐκ
ἐπιδέχεται
ἡμᾶς.
10διὰ
τοῦτο
ἐὰν
ἔλθω,
ὑπομνήσω
αὐτοῦ
τὰ
ἔργα
ἃ
ποιεῖ
λόγοις
πονηροῖς
φλυαρῶν
ἡμᾶς·
καὶ
μὴ
ἀρκούμενος
ἐπὶ
τούτοις
οὔτε
αὐτὸς
ἐπιδέχεται
τοὺς
ἀδελφούς,
καὶ
τοὺς
βουλομένους
κωλύει·
καὶ
ἐκ
τῆς
ἐκκλησίας
ἐκβάλλει.
11ἀγαπητέ,
μὴ
μιμοῦ
τὸ
κακόν·
ἀλλὰ
τὸ
ἀγαθόν.
ὁ
ἀγαθοποιῶν
ἐκ
τοῦ
θεοῦ
ἐστίν,
ὁ
κακοποιῶν
οὐχ
ἑώρακεν
τὸν
θεόν.
12Δημητρίῳ
μεμαρτύρηται
ὑπὸ
πάντων
καὶ
ὑπὸ
αὐτῆς
τῆς
ἀληθείας.
καὶ
ἡμεῖς
δὲ
μαρτυροῦμεν,
καὶ
οἶδας
ὅτι
ἡ
μαρτυρία
ἡμῶν
ἀληθής
ἐστιν.
13πολλὰ
εἶχον
γράψαι
σοι,
ἀλλ᾽
οὐ
θέλω
διὰ
μέλανος
καὶ
καλάμου
σοι
γράφειν.
14ἐλπίζω
δὲ
εὐθέως
σε
ἰδεῖν,
καὶ
στόμα
πρὸς
στόμα
λαλήσομεν.
15εἰρήνη
σοι.
ἀσπάζονταί
σε
οἱ
φίλοι.
ἀσπάζου
τοὺς
φίλους
κατ᾽
ὄνομα.