Acts 11:1-30
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἤκουσαν
δὲ
οἱ
ἀπόστολοι
καὶ
οἱ
ἀδελφοὶ
οἱ
ὄντες
κατὰ
τὴν
Ἰουδαίαν
ὅτι
καὶ
τὰ
ἔθνη
ἐδέξαντο
τὸν
λόγον
τοῦ
θεοῦ.
2ὅτε
δὲ
ἀνέβη
Πέτρος
εἰς
Ἰερουσαλήμ,
διεκρίνοντο
πρὸς
αὐτὸν
οἱ
ἐκ
περιτομῆς.
3λέγοντες
ὅτι,
Εἰσῆλθες
πρὸς
ἄνδρας
ἀκροβυστίαν
ἔχοντας
καὶ
συνέφαγες
αὐτοῖς.
4ἀρξάμενος
δὲ
Πέτρος
ἐξετίθετο
αὐτοῖς
καθεξῆς.
λέγων,
5Ἐγὼ
ἤμην
ἐν
πόλει
Ἰόππῃ,
προσευχόμενος,
καὶ
εἶδον
ἐν
ἐκστάσει
ὅραμα·
καταβαῖνον
σκεῦός
τι
ὡς
ὀθόνην
μεγάλην
τέσσαρσιν
ἀρχαῖς
καθιεμένην
ἐκ
τοῦ
οὐρανοῦ.
καὶ
ἦλθεν
ἄχρι
ἐμοῦ.
6εἰς
ἣν
ἀτενίσας
κατενόουν,
καὶ
εἶδον
τὰ
τετράποδα
τῆς
γῆς,
καὶ
τὰ
θηρία,
καὶ
τὰ
ἑρπετά,
καὶ
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ.
7ἤκουσα
δὲ
καὶ
φωνῆς
λεγούσης
μοι,
Ἀναστάς,
Πέτρε·
θῦσον
καὶ
φάγε.
8εἶπον
δέ,
Μηδαμῶς,
κύριε·
ὅτι
κοινὸν
ἢ
ἀκάθαρτον
οὐδέποτε
εἰσῆλθεν
εἰς
τὸ
στόμα
μου.
9ἀπεκρίθη
δὲ
ἐκ
δευτέρου
φωνὴ
ἐκ
τοῦ
οὐρανοῦ·
̔Ὰ
ὁ
θεὸς
ἐκαθάρισεν
σὺ
μὴ
κοίνου.
10τοῦτο
δὲ
ἐγένετο
ἐπὶ
τρὶς
καὶ
ἀνεσπάσθη
πάλιν
ἅπαντα
εἰς
τὸν
οὐρανόν.
11καὶ
ἰδοὺ
ἐξαυτῆς
τρεῖς
ἄνδρες
ἐπέστησαν
ἐπὶ
τὴν
οἰκίαν
ἐν
ᾗ
ἦμεν
ἀπεσταλμένοι
ἀπὸ
Καισαρείας
πρός
με.
12εἶπεν
δὲ
τὸ
πνεῦμά
μοι
συνελθεῖν
αὐτοῖς
μηδὲν
διακρίναντα.
ἦλθον
δὲ
σὺν
ἐμοὶ
καὶ
οἱ
ἓξ
ἀδελφοὶ
οὗτοι,
καὶ
εἰσήλθομεν
εἰς
τὸν
οἶκον
τοῦ
ἀνδρός.
13ἀπήγγειλεν
δὲ
ἡμῖν
πῶς
εἶδεν
τὸν
ἄγγελον
ἐν
τῷ
οἴκῳ
αὐτοῦ
σταθέντα
καὶ
εἰπόντα,
Ἀπόστειλον
εἰς
Ἰόππην
καὶ
μετάπεμψαι
Σίμωνα
τὸν
ἐπικαλούμενον
Πέτρον·
14ὃς
λαλήσει
ῥήματα
πρὸς
σὲ
ἐν
οἷς
σωθήσῃ
σὺ
καὶ
πᾶς
ὁ
οἶκός
σου.
15ἐν
δὲ
τῷ
ἄρξασθαί
με
λαλεῖν,
ἐπέπεσεν
τὸ
πνεῦμα
τὸ
ἅγιον
ἐπ᾽
αὐτούς,
ὥσπερ
καὶ
ἐφ᾽
ἡμᾶς
ἐν
ἀρχῇ.
16ἐμνήσθην
δὲ
τοῦ
ῥήματος
τοῦ
κυρίου
ὡς
ἔλεγεν,
Ἰωάνης
μὲν
ἐβάπτισεν
ὕδατι,
ὑμεῖς
δὲ
βαπτισθήσεσθε
ἐν
πνεύματι
ἁγίῳ.
17εἰ
οὖν
τὴν
ἴσην
δωρεὰν
ἔδωκεν
αὐτοῖς
ὁ
θεὸς
ὡς
καὶ
ἡμῖν
πιστεύσασιν
ἐπὶ
τὸν
κύριον
Ἰησοῦν
Χριστόν,
ἐγὼ
τίς
ἤμην
δυνατὸς
κωλῦσαι
τὸν
θεόν;
18ἀκούσαντες
δὲ
ταῦτα,
ἡσύχασαν
καὶ
ἐδόξασαν
τὸν
θεόν.
λέγοντες,
̓Άρα
καὶ
τοῖς
ἔθνεσιν
ὁ
θεὸς
τὴν
μετάνοιαν
εἰς
ζωὴν
ἔδωκεν.
19οἱ
μὲν
οὖν,
διασπαρέντες
ἀπὸ
τῆς
θλίψεως
τῆς
γενομένης
ἐπὶ
Στεφάνῳ
διῆλθον
ἕως
Φοινίκης,
καὶ
Κύπρου,
καὶ
Ἀντιοχείας,
μηδενὶ
λαλοῦντες
τὸν
λόγον,
εἰ
μὴ
μόνον
Ἰουδαίοις.
20ἦσαν
δέ
τινες
ἐξ
αὐτῶν
ἄνδρες
Κύπριοι
καὶ
Κυρηναῖοι
οἵτινες
ἐλθόντες
εἰς
Ἀντιόχειαν
ἐλάλουν
καὶ
πρὸς
τοὺς
Ἑλληνιστὰς
εὐαγγελιζόμενοι
τὸν
κύριον
Ἰησοῦν.
21καὶ
ἦν
χεὶρ
κυρίου
μετ᾽
αὐτῶν,
πολύς
τε
ἀριθμὸς
ὁ
πιστεύσας
ἐπέστρεψεν
ἐπὶ
τὸν
κύριον.
22ἠκούσθη
δὲ
ὁ
λόγος
εἰς
τὰ
ὦτα
τῆς
ἐκκλησίας
τῆς
οὔσης
ἐν
Ἰερουσαλὴμ
περὶ
αὐτῶν,
καὶ
ἐξαπέστειλαν
Βαρνάβαν
ἕως
Ἀντιοχείας.
23ὃς
παραγενόμενος
καὶ
ἰδὼν
τὴν
χάριν
τὴν
τοῦ
θεοῦ,
ἐχάρη,
καὶ
παρεκάλει
πάντας
τῇ
προθέσει
τῆς
καρδίας
προσμένειν
τῷ
κυρίῳ.
24ὅτι
ἦν
ἀνὴρ
ἀγαθός,
καὶ
πλήρης
πνεύματος
ἁγίου
καὶ
πίστεως.
καὶ
προσετέθη
ὄχλος
ἱκανὸς
τῷ
κυρίῳ.
25ἐξῆλθεν
δὲ
εἰς
Ταρσὸν
ἀναζητῆσαι
Σαῦλον.
26καὶ
εὑρών,
ἤγαγεν
εἰς
Ἀντιόχειαν.
ἐγένετο
δὲ
αὐτοῖς
καὶ
ἐνιαυτὸν
ὅλον
συναχθῆναι
ἐν
τῇ
ἐκκλησίᾳ,
καὶ
διδάξαι
ὄχλον
ἱκανόν·
(χρηματίσαι
τε
πρώτως
ἐν
Ἀντιοχείᾳ
τοὺς
μαθητὰς
Χριστιανούς.)
27ἐν
ταύταις
δὲ
ταῖς
ἡμέραις,
κατῆλθον
ἀπὸ
Ἱεροσολύμων
προφῆται
εἰς
Ἀντιόχειαν.
28ἀναστὰς
δὲ
εἷς
ἐξ
αὐτῶν
ὀνόματι
̔Άγαβος
ἐσήμαινεν
διὰ
τοῦ
πνεύματος
λιμὸν
μεγάλην
μέλλειν
ἔσεσθαι
ἐφ᾽
ὅλην
τὴν
οἰκουμένην·
(ἥτις
ἐγένετο
ἐπὶ
Κλαυδίου.)
29τῶν
δὲ
μαθητῶν
καθὼς
εὐπορεῖτό
τις,
ὥρισαν
ἕκαστος
αὐτῶν
εἰς
διακονίαν
πέμψαι
τοῖς
κατοικοῦσιν
ἐν
τῇ
Ἰουδαίᾳ
ἀδελφοῖς·
30ὃ
καὶ
ἐποίησαν,
ἀποστείλαντες
πρὸς
τοὺς
πρεσβυτέρους
διὰ
χειρὸς
Βαρνάβα
καὶ
Σαύλου.