Acts 12:1-25
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1κατ᾽
ἐκεῖνον
δὲ
τὸν
καιρὸν
ἐπέβαλεν
Ἡρῴδης
ὁ
βασιλεὺς
τὰς
χεῖρας
κακῶσαί
τινας
τῶν
ἀπὸ
τῆς
ἐκκλησίας.
2ἀνεῖλεν
δὲ
Ἰάκωβον
(τὸν
ἀδελφὸν
Ἰωάνου)
μαχαίρῃ.
3ἰδὼν
δὲ
ὅτι
ἀρεστόν
ἐστιν
τοῖς
Ἰουδαίοις,
προσέθετο
συλλαβεῖν
καὶ
Πέτρον
ἦσαν
δὲ
αἱ
ἡμέραι
τῶν
ἀζύμων.
4ὃν
καὶ
πιάσας,
ἔθετο
εἰς
φυλακὴν
παραδοὺς
τέσσαρσιν
τετραδίοις
στρατιωτῶν
φυλάσσειν
αὐτόν·
βουλόμενος
μετὰ
τὸ
πάσχα
ἀναγαγεῖν
αὐτὸν
τῷ
λαῷ.
5ὁ
μὲν
οὖν
Πέτρος
ἐτηρεῖτο
ἐν
τῇ
φυλακῇ,
προσευχὴ
δὲ
ἦν
ἐκτενῶς
γινομένη
ὑπὸ
τῆς
ἐκκλησίας
πρὸς
τὸν
θεὸν
περὶ
αὐτοῦ.
6ὅτε
δὲ
ἤμελλεν
προαγαγεῖν
αὐτὸν
ὁ
Ἡρῴδης,
τῇ
νυκτὶ
ἐκείνῃ
ἦν
ὁ
Πέτρος
κοιμώμενος,
μεταξὺ
δύο
στρατιωτῶν
δεδεμένος
ἁλύσεσιν
δυσίν.
φύλακές
τε
πρὸ
τῆς
θύρας
ἐτήρουν
τὴν
φυλακήν.
7καὶ
ἰδού,
ἄγγελος
κυρίου
ἐπέστη,
καὶ
φῶς
ἔλαμψεν
ἐν
τῷ
οἰκήματι.
πατάξας
δὲ
τὴν
πλευρὰν
τοῦ
Πέτρου
ἤγειρεν
αὐτὸν
λέγων,
Ἀνάστα·
ἐν
τάχει.
καὶ
ἐξέπεσαν
αὐτοῦ
αἱ
ἁλύσεις
ἐκ
τῶν
χειρῶν.
8εἶπεν
δὲ
ὁ
ἄγγελος
πρὸς
αὐτόν,
Ζῶσαι
καὶ
ὑπόδησαι
τὰ
σανδάλιά
σου.
ἐποίησεν
δὲ
οὕτως.
καὶ
λέγει
αὐτῷ,
Περιβαλοῦ
τὸ
ἱμάτιόν
σου
καὶ
ἀκολούθει
μοι.
9καὶ
ἐξελθών,
ἠκολούθει.
καὶ
οὐκ
ᾔδει
ὅτι
ἀληθές
ἐστιν
τὸ
γινόμενον
διὰ
τοῦ
ἀγγέλου·
ἐδόκει
δὲ
ὅραμα
βλέπειν.
10διελθόντες
δὲ
πρώτην
φυλακὴν
καὶ
δευτέραν
ἦλθαν
ἐπὶ
τὴν
πύλην
τὴν
σιδηρᾶν
τὴν
φέρουσαν
εἰς
τὴν
πόλιν,
ἥτις
αὐτομάτη
ἠνοίγη
αὐτοῖς.
καὶ
ἐξελθόντες
προῆλθον
ῥύμην
μίαν,
καὶ
εὐθέως
ἀπέστη
ὁ
ἄγγελος
ἀπ᾽
αὐτοῦ.
11καὶ
ὁ
Πέτρος
ἐν
ἑαυτῷ
γενόμενος
εἶπεν,
Νῦν
οἶδα
ἀληθῶς
ὅτι
ἐξαπέστειλεν
ὁ
κύριος
τὸν
ἄγγελον
αὐτοῦ
καὶ
ἐξείλατό
με
ἐκ
χειρὸς
Ἡρῴδου
καὶ
πάσης
τῆς
προσδοκίας
τοῦ
λαοῦ
τῶν
Ἰουδαίων.
12συνιδών
τε,
ἦλθεν
ἐπὶ
τὴν
οἰκίαν
τῆς
Μαρίας,
τῆς
μητρὸς
Ἰωάνου
τοῦ
ἐπικαλουμένου
Μάρκου,
οὗ
ἦσαν
ἱκανοὶ
συνηθροισμένοι
καὶ
προσευχόμενοι.
13κρούσαντος
δὲ
αὐτοῦ
τὴν
θύραν
τοῦ
πυλῶνος,
προσῆλθε
παιδίσκη
ὑπακοῦσαι
ὀνόματι
Ῥόδη.
14καὶ
ἐπιγνοῦσα
τὴν
φωνὴν
τοῦ
Πέτρου,
ἀπὸ
τῆς
χαρᾶς,
οὐκ
ἤνοιξεν
τὸν
πυλῶνα,
εἰσδραμοῦσα
δὲ
ἀπήγγειλεν,
Ἑστάναι
τὸν
Πέτρον
πρὸ
τοῦ
πυλῶνος.
15οἱ
δὲ
πρὸς
αὐτὴν
εἶπαν,
Μαίνῃ.
ἡ
δὲ
διισχυρίζετο
οὕτως
ἔχειν,
οἱ
δὲ
ἔλεγον,
Ὁ
ἄγγελός
ἐστιν
αὐτοῦ.
16ὁ
δέ,
Πέτρος
ἐπέμενεν
κρούων.
ἀνοίξαντες
δὲ
εἶδαν
αὐτόν,
καὶ
ἐξέστησαν.
17κατασείσας
δὲ
αὐτοῖς
τῇ
χειρὶ
σιγᾶν
διηγήσατο
αὐτοῖς
πῶς
ὁ
κύριος
αὐτὸν
ἐξήγαγεν
ἐκ
τῆς
φυλακῆς.
εἶπέν
τε,
Ἀπαγγείλατε
Ἰακώβῳ
καὶ
τοῖς
ἀδελφοῖς
ταῦτα.
καὶ
ἐξελθὼν
ἐπορεύθη
εἰς
ἕτερον
τόπον.
18γενομένης
δὲ
ἡμέρας,
ἦν
τάραχος
οὐκ
ὀλίγος
ἐν
τοῖς
στρατιώταις
τί
ἄρα
ὁ
Πέτρος
ἐγένετο.
19Ἡρῴδης
δὲ
ἐπιζητήσας
αὐτόν.
καὶ
μὴ
εὑρών,
ἀνακρίνας
τοὺς
φύλακας
ἐκέλευσεν
ἀπαχθῆναι.
καὶ
κατελθὼν
ἀπὸ
τῆς
Ἰουδαίας
εἰς
Καισάρειαν
διέτριβεν.
20ἦν
δὲ
θυμομαχῶν
Τυρίοις
καὶ
Σιδωνίοις.
ὁμοθυμαδὸν
δὲ
παρῆσαν
πρὸς
αὐτόν·
καὶ
πείσαντες
Βλάστον,
τὸν
ἐπὶ
τοῦ
κοιτῶνος
τοῦ
βασιλέως,
ᾐτοῦντο
εἰρήνην
διὰ
τὸ
τρέφεσθαι
αὐτῶν
τὴν
χώραν
ἀπὸ
τῆς
βασιλικῆς.
21τακτῇ
δὲ
ἡμέρᾳ,
ὁ
Ἡρῴδης
ἐνδυσάμενος
ἐσθῆτα
βασιλικήν,
καθίσας
ἐπὶ
τοῦ
βήματος,
ἐδημηγόρει
πρὸς
αὐτούς.
22ὁ
δὲ
δῆμος
ἐπεφώνει,
Θεοῦ
φωνή,
καὶ
οὐκ
ἀνθρώπου.
23παραχρῆμα
δέ,
ἐπάταξεν
αὐτὸν
ἄγγελος
κυρίου,
ἀνθ᾽
ὧν
οὐκ
ἔδωκεν
τὴν
δόξαν
τῷ
θεῷ·
καὶ
γενόμενος
σκωληκόβρωτος
ἐξέψυξεν.
24ὁ
δὲ
λόγος
τοῦ
θεοῦ
ηὔξανεν,
καὶ
ἐπληθύνετο.
25Βαρνάβας
δὲ
καὶ
Σαῦλος
ὑπέστρεψαν
εἰς
Ἰερουσαλήμ,
πληρώσαντες
τὴν
διακονίαν,
συμπαραλαβόντες
Ἰωάνην
τὸν
ἐπικληθέντα
Μᾶρκον.