Acts 14:1-28
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἐγένετο
δὲ
ἐν
Ἰκονίῳ
κατὰ
τὸ
αὐτό·
εἰσελθεῖν
αὐτοὺς
εἰς
τὴν
συναγωγὴν
τῶν
Ἰουδαίων
καὶ
λαλῆσαι
οὕτως
ὥστε
πιστεῦσαι
Ἰουδαίων
τε
καὶ
Ἑλλήνων
πολὺ
πλῆθος.
2οἱ
δέ,
ἀπειθήσαντες
Ἰουδαῖοι
ἐπήγειραν
καὶ
ἐκάκωσαν
τὰς
ψυχὰς
τῶν
ἐθνῶν
κατὰ
τῶν
ἀδελφῶν.
3ἱκανὸν
μὲν
οὖν
χρόνον
διέτριψαν,
παρρησιαζόμενοι
ἐπὶ
τῷ
κυρίῳ
τῷ
μαρτυροῦντι
ἐπὶ
τῷ
λόγῳ
τῆς
χάριτος
αὐτοῦ·
διδόντι
σημεῖα
καὶ
τέρατα
γίνεσθαι
διὰ
τῶν
χειρῶν
αὐτῶν.
4ἐσχίσθη
δὲ
τὸ
πλῆθος
τῆς
πόλεως.
καὶ
οἱ
μὲν
ἦσαν
σὺν
τοῖς
Ἰουδαίοις,
οἱ
δὲ
σὺν
τοῖς
ἀποστόλοις.
5ὡς
δὲ
ἐγένετο
ὁρμὴ
τῶν
ἐθνῶν
τε
καὶ
Ἰουδαίων,
σὺν
τοῖς
ἄρχουσιν
αὐτῶν,
ὑβρίσαι
καὶ
λιθοβολῆσαι
αὐτούς.
6συνιδόντες,
κατέφυγον
εἰς
τὰς
πόλεις
τῆς
Λυκαονίας—
Λύστραν
καὶ
Δέρβην
καὶ
τὴν
περίχωρον.
7κἀκεῖ
εὐαγγελιζόμενοι
ἦσαν.
8καί
τις
ἀνὴρ
ἀδύνατος,
ἐν
Λύστροις,
τοῖς
ποσὶν
ἐκάθητο
χωλός·
ἐκ
κοιλίας
μητρὸς
αὐτοῦ,
ὃς
οὐδέποτε
περιεπάτησεν.
9οὗτος
ἤκουεν
τοῦ
Παύλου
λαλοῦντος.
ὃς
ἀτενίσας
αὐτῷ,
καὶ
ἰδὼν
ὅτι
ἔχει
πίστιν
τοῦ
σωθῆναι.
10εἶπεν
μεγάλῃ
φωνῇ,
Ἀνάστηθι
ἐπὶ
τοὺς
πόδας
σου
ὀρθός·
καὶ
ἥλατο
καὶ
περιεπάτει.
11οἵ
τε
ὄχλοι
ἰδόντες
ὃ
ἐποίησεν
Παῦλος,
ἐπῆραν
τὴν
φωνὴν
αὐτῶν
Λυκαονιστὶ
λέγοντες,
Οἱ
θεοὶ
ὁμοιωθέντες
ἀνθρώποις
κατέβησαν
πρὸς
ἡμᾶς.
12ἐκάλουν
τε
τὸν
Βαρνάβαν
Δία
τὸν
δὲ
Παῦλον,
Ἑρμῆν,
ἐπειδὴ
αὐτὸς
ἦν
ὁ
ἡγούμενος
τοῦ
λόγου.
13ὅ
τε
ἱερεὺς
τοῦ
Διὸς
τοῦ
ὄντος
πρὸ
τῆς
πόλεως.
ταύρους
καὶ
στέμματα
ἐπὶ
τοὺς
πυλῶνας,
ἐνέγκας
σὺν
τοῖς
ὄχλοις
ἤθελεν
θύειν.
14ἀκούσαντες
δὲ
οἱ
ἀπόστολοι
Βαρνάβας
καὶ
Παῦλος,
διαρρήξαντες
τὰ
ἱμάτια
αὐτῶν
ἐξεπήδησαν
εἰς
τὸν
ὄχλον,
κράζοντες
15καὶ
λέγοντες,
̓Άνδρες,
τί
ταῦτα
ποιεῖτε;
καὶ
ἡμεῖς
ὁμοιοπαθεῖς
ἐσμὲν
ὑμῖν
ἄνθρωποι·
εὐαγγελιζόμενοι
ὑμᾶς
ἀπὸ
τούτων
τῶν
ματαίων
ἐπιστρέφειν
ἐπὶ
θεὸν
ζῶντα,
ὃς
ἐποίησεν
τὸν
οὐρανὸν
καὶ
τὴν
γῆν,
καὶ
τὴν
θάλασσαν,
καὶ
πάντα
τὰ
ἐν
αὐτοῖς.
16ὃς
ἐν
ταῖς
παρῳχημέναις
γενεαῖς
εἴασεν
πάντα
τὰ
ἔθνη
πορεύεσθαι
ταῖς
ὁδοῖς
αὐτῶν,
17καίτοι
οὐκ
ἀμάρτυρον
αὑτὸν
ἀφῆκεν
ἀγαθουργῶν·
οὐρανόθεν
ὑμῖν
ὑετοὺς
διδοὺς
καὶ
καιροὺς
καρποφόρους
ἐμπιπλῶν
τροφῆς
καὶ
εὐφροσύνης
τὰς
καρδίας
ὑμῶν.
18καὶ
ταῦτα
λέγοντες,
μόλις
κατέπαυσαν
τοὺς
ὄχλους
τοῦ
μὴ
θύειν
αὐτοῖς.
19ἐπῆλθαν
δὲ
ἀπὸ
Ἀντιοχείας
καὶ
Ἰκονίου
Ἰουδαῖοι
καὶ
πείσαντες
τοὺς
ὄχλους·
καὶ
λιθάσαντες
τὸν
Παῦλον
ἔσυρον
ἔξω
τῆς
πόλεως,
νομίζοντες
αὐτὸν
τεθνηκέναι.
20κυκλωσάντων
δὲ
τῶν
μαθητῶν
αὐτόν,
ἀναστὰς
εἰσῆλθεν
εἰς
τὴν
πόλιν.
καὶ
τῇ
ἐπαύριον
ἐξῆλθεν
σὺν
τῷ
Βαρνάβᾳ
εἰς
Δέρβην.
21εὐαγγελισάμενοί
τε
τὴν
πόλιν
ἐκείνην
καὶ
μαθητεύσαντες
ἱκανούς,
ὑπέστρεψαν
εἰς
τὴν
Λύστραν,
καὶ
εἰς
Ἰκόνιον,
καὶ
εἰς
Ἀντιόχειαν,
22ἐπιστηρίζοντες
τὰς
ψυχὰς
τῶν
μαθητῶν·
παρακαλοῦντες
ἐμμένειν
τῇ
πίστει,
καὶ
ὅτι
διὰ
πολλῶν
θλίψεων
δεῖ
ἡμᾶς
εἰσελθεῖν
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ.
23χειροτονήσαντες
δὲ
αὐτοῖς
κατ᾽
ἐκκλησίαν
πρεσβυτέρους·
προσευξάμενοι
μετὰ
νηστειῶν,
παρέθεντο
αὐτοὺς
τῷ
κυρίῳ,
εἰς
ὃν
πεπιστεύκεισαν.
24καὶ
διελθόντες
τὴν
Πισιδίαν
ἦλθαν
εἰς
τὴν
Παμφυλίαν.
25καὶ
λαλήσαντες
ἐν
Πέργῃ
τὸν
λόγον,
κατέβησαν
εἰς
Ἀττάλειαν.
26κἀκεῖθεν,
ἀπέπλευσαν
εἰς
Ἀντιόχειαν,
ὅθεν
ἦσαν
παραδεδομένοι
τῇ
χάριτι
τοῦ
θεοῦ
εἰς
τὸ
ἔργον
ὃ
ἐπλήρωσαν.
27παραγενόμενοι
δέ,
καὶ
συναγαγόντες
τὴν
ἐκκλησίαν
ἀνήγγελλον
ὅσα
ἐποίησεν
ὁ
θεὸς
μετ᾽
αὐτῶν
καὶ
ὅτι
ἤνοιξεν
τοῖς
ἔθνεσιν
θύραν
πίστεως.
28διέτριβον
δὲ
χρόνον
οὐκ
ὀλίγον
σὺν
τοῖς
μαθηταῖς.