Acts 17:1-34
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1διοδεύσαντες
δὲ
τὴν
Ἀμφίπολιν
καὶ
τὴν
Ἀπολλωνίαν
ἦλθον
εἰς
Θεσσαλονίκην,
ὅπου
ἦν
συναγωγὴ
τῶν
Ἰουδαίων.
2κατὰ
δὲ
τὸ
εἰωθὸς
τῷ
Παύλῳ,
εἰσῆλθεν
πρὸς
αὐτούς,
καὶ
ἐπὶ
σάββατα
τρία
διελέξατο
αὐτοῖς
ἀπὸ
τῶν
γραφῶν·
3διανοίγων
καὶ
παρατιθέμενος
ὅτι
τὸν
Χριστὸν
ἔδει
παθεῖν
καὶ
ἀναστῆναι
ἐκ
νεκρῶν.
καὶ
ὅτι,
Οὗτός
ἐστιν
ὁ
Χριστὸς
ὁ
Ἰησοῦς
ὃν
ἐγὼ
καταγγέλλω
ὑμῖν.
4καί
τινες
ἐξ
αὐτῶν
ἐπείσθησαν
καὶ
προσεκληρώθησαν
τῷ
Παύλῳ
καὶ
τῷ
Σίλᾳ,
τῶν
τε
σεβομένων
Ἑλλήνων
πλῆθος
πολὺ
γυναικῶν
τε
τῶν
πρώτων
οὐκ
ὀλίγαι.
5ζηλώσαντες
δὲ
οἱ
Ἰουδαῖοι,
καὶ
προσλαβόμενοι
τῶν
ἀγοραίων
ἄνδρας
τινὰς
πονηροὺς
καὶ
ὀχλοποιήσαντες
ἐθορύβουν
τὴν
πόλιν.
καὶ
ἐπιστάντες
τῇ
οἰκίᾳ
Ἰάσονος,
ἐζήτουν
αὐτοὺς
προαγαγεῖν
εἰς
τὸν
δῆμον·
6μὴ
εὑρόντες
δὲ
αὐτούς,
ἔσυρον
Ἰάσονα
καί
τινας
ἀδελφοὺς
ἐπὶ
τοὺς
πολιτάρχας.
βοῶντες
ὅτι,
Οἱ
τὴν
οἰκουμένην
ἀναστατώσαντες
οὗτοι,
καί,
ἐνθάδε
πάρεισιν·
7οὓς
ὑποδέδεκται
Ἰάσων.
καὶ
οὗτοι
πάντες
ἀπέναντι
τῶν
δογμάτων
Καίσαρος
πράσσουσι,
βασιλέα
ἕτερον
λέγοντες
εἶναι,
Ἰησοῦν.
8ἐτάραξαν
δέ,
τὸν
ὄχλον
καὶ
τοὺς
πολιτάρχας,
ἀκούοντας
ταῦτα·
9καὶ
λαβόντες
τὸ
ἱκανὸν
παρὰ
τοῦ
Ἰάσονος
καὶ
τῶν
λοιπῶν,
ἀπέλυσαν
αὐτούς.
10οἱ
δὲ
ἀδελφοὶ
εὐθέως
διὰ
νυκτὸς
ἐξέπεμψαν
τόν
τε
Παῦλον
καὶ
τὸν
Σίλαν
εἰς
Βέροιαν·
οἵτινες
παραγενόμενοι,
εἰς
τὴν
συναγωγὴν
τῶν
Ἰουδαίων
ἀπῄεσαν.
11οὗτοι
δὲ
ἦσαν
εὐγενέστεροι
τῶν
ἐν
Θεσσαλονίκῃ,
οἵτινες
ἐδέξαντο
τὸν
λόγον
μετὰ
πάσης
προθυμίας·
καθ᾽
ἡμέραν
ἀνακρίνοντες
τὰς
γραφάς,
εἰ
ἔχοι
ταῦτα
οὕτως.
12πολλοὶ
μὲν
οὖν
ἐξ
αὐτῶν
ἐπίστευσαν,
καὶ
τῶν
Ἑλληνίδων
γυναικῶν
τῶν
εὐσχημόνων
καὶ
ἀνδρῶν
οὐκ
ὀλίγοι.
13ὡς
δὲ
ἔγνωσαν
οἱ
ἀπὸ
τῆς
Θεσσαλονίκης
Ἰουδαῖοι
ὅτι
καὶ
ἐν
τῇ
Βεροίᾳ
κατηγγέλη
ὑπὸ
τοῦ
Παύλου
ὁ
λόγος
τοῦ
θεοῦ,
ἦλθον
κἀκεῖ
σαλεύοντες
καὶ
ταράσσοντες
τοὺς
ὄχλους.
14εὐθέως
δὲ
τότε
τὸν
Παῦλον
ἐξαπέστειλαν
οἱ
ἀδελφοὶ
πορεύεσθαι
ἕως
ἐπὶ
τὴν
θάλασσαν,
ὑπέμεινάν
τε
ὅ
τε
Σίλας
καὶ
ὁ
Τιμόθεος
ἐκεῖ.
15οἱ
δὲ
καθιστάνοντες
τὸν
Παῦλον
ἤγαγον
ἕως
Ἀθηνῶν·
καὶ
λαβόντες
ἐντολὴν
πρὸς
τὸν
Σίλαν
καὶ
τὸν
Τιμόθεον
ἵνα
ὡς
τάχιστα
ἔλθωσιν
πρὸς
αὐτὸν
ἐξῄεσαν.
16ἐν
δὲ
ταῖς
Ἀθήναις
ἐκδεχομένου
αὐτοὺς
τοῦ
Παύλου,
παρωξύνετο
τὸ
πνεῦμα
αὐτοῦ
ἐν
αὐτῷ
θεωροῦντος
κατείδωλον
οὖσαν
τὴν
πόλιν.
17διελέγετο
μὲν
οὖν
ἐν
τῇ
συναγωγῇ
τοῖς
Ἰουδαίοις
καὶ
τοῖς
σεβομένοις,
καὶ
ἐν
τῇ
ἀγορᾷ
κατὰ
πᾶσαν
ἡμέραν
πρὸς
τοὺς
παρατυγχάνοντας.
18τινὲς
δὲ
καὶ
τῶν
Ἐπικουρείων
καὶ
Στωικῶν
φιλοσόφων
συνέβαλλον
αὐτῷ·
καί
τινες
ἔλεγον,
Τί
ἂν
θέλοι
ὁ
σπερμολόγος
οὗτος
λέγειν;
οἱ
δέ
Ξένων
δαιμονίων
δοκεῖ
καταγγελεὺς
εἶναι.
ὅτι
τὸν
Ἰησοῦν
καὶ
τὴν
ἀνάστασιν
εὐηγγελίζετο.
19ἐπιλαβόμενοι
δὲ
αὐτοῦ
ἐπὶ
τὸν
̓Άρειον Πάγον
ἤγαγον.
λέγοντες,
Δυνάμεθα
γνῶναι
τίς
ἡ
καινὴ
αὕτη
ἡ
ὑπὸ
σοῦ
λαλουμένη
διδαχή.
20ξενίζοντα
γάρ
τινα
εἰσφέρεις
εἰς
τὰς
ἀκοὰς
ἡμῶν,
βουλόμεθα
οὖν
γνῶναι
τίνα
θέλει
ταῦτα
εἶναι.
21(Ἀθηναῖοι
δὲ
πάντες
καὶ
οἱ
ἐπιδημοῦντες
ξένοι
εἰς
οὐδὲν
ἕτερον
ηὐκαίρουν
ἢ
λέγειν
τι
ἢ
ἀκούειν
τι
καινότερον.)
22σταθεὶς
δὲ
Παῦλος,
ἐν
μέσῳ
τοῦ
Ἀρείου Πάγου
ἔφη·
̓Άνδρες
Ἀθηναῖοι,
κατὰ
πάντα
ὡς
δεισιδαιμονεστέρους
ὑμᾶς
θεωρῶ,
23διερχόμενος
γὰρ
καὶ
ἀναθεωρῶν
τὰ
σεβάσματα
ὑμῶν.
εὗρον
καὶ
βωμὸν
ἐν
ᾧ
ἐπεγέγραπτο—
Ἀγνώστῳ
θεῷ.
ὃ
οὖν,
ἀγνοοῦντες
εὐσεβεῖτε,
τοῦτο
ἐγὼ
καταγγέλλω
ὑμῖν.
24ὁ
θεὸς
ὁ
ποιήσας
τὸν
κόσμον
καὶ
πάντα
τὰ
ἐν
αὐτῷ.
οὗτος
οὐρανοῦ
καὶ
γῆς
ὑπάρχων
κύριος,
οὐκ
ἐν
χειροποιήτοις
ναοῖς
κατοικεῖ,
25οὐδὲ
ὑπὸ
χειρῶν
ἀνθρωπίνων
θεραπεύεται—
προσδεόμενός
τινος.
αὐτὸς
διδοὺς
πᾶσι
ζωὴν
καὶ
πνοήν,
καὶ
τὰ
πάντα·
26ἐποίησέν
τε
ἐξ
ἑνὸς
πᾶν
ἔθνος
ἀνθρώπων
κατοικεῖν
ἐπὶ
παντὸς
προσώπου
τῆς
γῆς·
ὁρίσας
προστεταγμένους
καιρούς,
καὶ
τὰς
ὁροθεσίας
τῆς
κατοικίας
αὐτῶν·
27ζητεῖν
τὸν
θεόν,
εἰ
ἄρα
γε
ψηλαφήσειαν
αὐτὸν
καὶ
εὕροιεν—
καί
γε
οὐ
μακρὰν
ἀπὸ
ἑνὸς
ἑκάστου
ἡμῶν
ὑπάρχοντα.
28ἐν
αὐτῷ
γὰρ
ζῶμεν
καὶ
κινούμεθα
καὶ
ἐσμέν·
ὡς
καί
τινες
τῶν
καθ᾽
ὑμᾶς
ποιητῶν
εἰρήκασιν,
Τοῦ
γὰρ
καὶ
γένος
ἐσμέν.
29γένος
οὖν
ὑπάρχοντες
τοῦ
θεοῦ,
οὐκ
ὀφείλομεν
νομίζειν
χρυσῷ
ἢ
ἀργύρῳ
ἢ
λίθῳ,
χαράγματι
τέχνης
καὶ
ἐνθυμήσεως
ἀνθρώπου,
τὸ
θεῖον
εἶναι
ὅμοιον.
30τοὺς
μὲν
οὖν
χρόνους
τῆς
ἀγνοίας
ὑπεριδὼν
ὁ
θεός,
τὰ
νῦν
παραγγέλλει
τοῖς
ἀνθρώποις
πάντας
πανταχοῦ
μετανοεῖν.
31καθότι
ἔστησεν
ἡμέραν
ἐν
ᾗ
μέλλει
κρίνειν
τὴν
οἰκουμένην
ἐν
δικαιοσύνῃ
ἐν
ἀνδρὶ
ᾧ
ὥρισεν,
πίστιν
παρασχὼν
πᾶσιν
ἀναστήσας
αὐτὸν
ἐκ
νεκρῶν.
32ἀκούσαντες
δὲ
ἀνάστασιν
νεκρῶν,
οἱ
μὲν
ἐχλεύαζον,
οἱ
δὲ
εἶπαν,
Ἀκουσόμεθά
σου
περὶ
τούτου
καὶ
πάλιν.
33οὕτως
ὁ
Παῦλος
ἐξῆλθεν
ἐκ
μέσου
αὐτῶν,
34τινὲς
δὲ
ἄνδρες
κολληθέντες
αὐτῷ
ἐπίστευσαν·
ἐν
οἷς
καὶ
Διονύσιος,
ὁ
Ἀρεοπαγίτης,
καὶ
γυνὴ
ὀνόματι
Δάμαρις,
καὶ
ἕτεροι
σὺν
αὐτοῖς.