The Bible

Old Testament

New Testament

Give Us Feedback

Acts 18:1-28

Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ· διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς 3καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. 4διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ ̔Έλληνας. 5ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σίλας καὶ Τιμόθεος, συνείχετο τῷ λόγῳ Παῦλος· διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. 6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν— καθαρὸς ἐγώ. ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου, σεβομένου τὸν θεὸν οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8Κρίσπος δέ, ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ κυρίῳ, σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον, καὶ ἐβαπτίζοντο. 9εἶπεν δὲ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῷ Παύλῳ, Μὴ φοβοῦ· ἀλλὰ λάλει· καὶ μὴ σιωπήσῃς. 10διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. 12Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας, κατεπέστησαν οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα. 13λέγοντες ὅτι, Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν, Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν. 15εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην, τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. 18 δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν. 19κατήντησαν δὲ εἰς ̓Έφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ. αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγήν, διελέξατο τοῖς Ἰουδαίοις. 20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ ἐπένευσεν. 21ἀλλά, ἀποταξάμενος, καὶ εἰπών, Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ θεοῦ θέλοντος. ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· 22καὶ κατελθὼν εἰς Καισάρειαν· ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν. 23καὶ ποιήσας χρόνον τινά, ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς. 24Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ̓Έφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ· ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάνου. 26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας, προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ. 27βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοι· ἔγραψαν τοῖς μαθηταῖς, ἀποδέξασθαι αὐτόν. ὃς παραγενόμενος, συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν, διὰ τῆς χάριτος. 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ· ἐπιδεικνὺς διὰ τῶν γραφῶν, εἶναι τὸν Χριστὸν Ἰησοῦν.