Acts 23:1-35
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἀτενίσας
δὲ
ὁ
Παῦλος
τῷ
συνεδρίῳ,
εἶπεν·
̓Άνδρες
ἀδελφοί,
ἐγὼ
πάσῃ
συνειδήσει
ἀγαθῇ
πεπολίτευμαι
τῷ
θεῷ
ἄχρι
ταύτης
τῆς
ἡμέρας.
2ὁ
δὲ
ἀρχιερεὺς
Ἁνανίας
ἐπέταξεν
τοῖς
παρεστῶσιν
αὐτῷ
τύπτειν
αὐτοῦ
τὸ
στόμα.
3τότε
ὁ
Παῦλος
πρὸς
αὐτὸν
εἶπεν,
Τύπτειν
σε
μέλλει
ὁ
θεός,
τοῖχε
κεκονιαμένε.
καὶ
σὺ
κάθῃ
κρίνων
με
κατὰ
τὸν
νόμον
καὶ
παρανομῶν
κελεύεις
με
τύπτεσθαι;
4οἱ
δὲ
παρεστῶτες
εἶπαν,
Τὸν
ἀρχιερέα
τοῦ
θεοῦ
λοιδορεῖς;
5ἔφη
τε
ὁ
Παῦλος,
Οὐκ
ᾔδειν,
ἀδελφοί,
ὅτι
ἐστὶν
ἀρχιερεύς,
γέγραπται
γὰρ
ὅτι,
̓Άρχοντα
τοῦ
λαοῦ
σου
οὐκ
ἐρεῖς
κακῶς.
6γνοὺς
δὲ
ὁ
Παῦλος
ὅτι
τὸ
ἓν
μέρος
ἐστὶν
Σαδδουκαίων
τὸ
δὲ
ἕτερον
Φαρισαίων,
ἔκραζεν
ἐν
τῷ
συνεδρίῳ,
̓Άνδρες
ἀδελφοί,
ἐγὼ
Φαρισαῖός
εἰμι,
υἱὸς
Φαρισαίων.
περὶ
ἐλπίδος
καὶ
ἀναστάσεως
νεκρῶν
ἐγὼ
κρίνομαι.
7τοῦτο
δὲ
αὐτοῦ
εἰπόντος
ἐγένετο
στάσις
τῶν
Φαρισαίων
καὶ
Σαδδουκαίων—
καὶ
ἐσχίσθη
τὸ
πλῆθος—
8Σαδδουκαῖοι
μὲν
γὰρ
λέγουσιν
μὴ
εἶναι
ἀνάστασιν
μήτε
ἄγγελον
μήτε
πνεῦμα,
Φαρισαῖοι
δὲ
ὁμολογοῦσιν
τὰ
ἀμφότερα.
9ἐγένετο
δὲ
κραυγὴ
μεγάλη.
καὶ
ἀναστάντες
τινὲς
τῶν
γραμματέων
τοῦ
μέρους
τῶν
Φαρισαίων
διεμάχοντο.
λέγοντες,
Οὐδὲν
κακὸν
εὑρίσκομεν
ἐν
τῷ
ἀνθρώπῳ
τούτῳ.
εἰ
δὲ
πνεῦμα
ἐλάλησεν
αὐτῷ
ἢ
ἄγγελος.
10πολλῆς
δὲ
γινομένης
στάσεως,
φοβηθεὶς
ὁ
χιλίαρχος
μὴ
διασπασθῇ
ὁ
Παῦλος
ὑπ᾽
αὐτῶν.
ἐκέλευσεν
τὸ
στράτευμα
καταβὰν
ἁρπάσαι
αὐτὸν
ἐκ
μέσου
αὐτῶν
ἄγειν
τε
εἰς
τὴν
παρεμβολήν.
11τῇ
δὲ
ἐπιούσῃ
νυκτὶ
ἐπιστὰς
αὐτῷ
ὁ
κύριος
εἶπεν,
Θάρσει·
ὡς
γὰρ
διεμαρτύρω
τὰ
περὶ
ἐμοῦ
εἰς
Ἰερουσαλήμ,
οὕτω
σε
δεῖ
καὶ
εἰς
Ῥώμην
μαρτυρῆσαι.
12γενομένης
δὲ
ἡμέρας
ποιήσαντες
συστροφὴν
οἱ
Ἰουδαῖοι
ἀνεθεμάτισαν
ἑαυτοὺς
λέγοντες
μήτε
φαγεῖν
μήτε
πεῖν
ἕως
οὗ
ἀποκτείνωσιν
τὸν
Παῦλον.
13ἦσαν
δὲ
πλείους
τεσσεράκοντα
οἱ
ταύτην
τὴν
συνωμοσίαν
ποιησάμενοι·
14οἵτινες
προσελθόντες
τοῖς
ἀρχιερεῦσιν
καὶ
τοῖς
πρεσβυτέροις
εἶπαν,
Ἀναθέματι
ἀνεθεματίσαμεν
ἑαυτοὺς
μηδενὸς
γεύσασθαι
ἕως
οὗ
ἀποκτείνωμεν
τὸν
Παῦλον.
15νῦν
οὖν
ὑμεῖς
ἐμφανίσατε
τῷ
χιλιάρχῳ
σὺν
τῷ
συνεδρίῳ
ὅπως
καταγάγῃ
αὐτὸν
εἰς
ὑμᾶς·
ὡς
μέλλοντας
διαγινώσκειν
ἀκριβέστερον
τὰ
περὶ
αὐτοῦ·
ἡμεῖς
δὲ
πρὸ
τοῦ
ἐγγίσαι
αὐτὸν
ἕτοιμοί
ἐσμεν
τοῦ
ἀνελεῖν
αὐτόν.
16ἀκούσας
δέ—
ὁ
υἱὸς
τῆς
ἀδελφῆς
Παύλου—
τὴν
ἐνέδραν
παραγενόμενος
καὶ
εἰσελθὼν
εἰς
τὴν
παρεμβολὴν
ἀπήγγειλεν
τῷ
Παύλῳ.
17προσκαλεσάμενος
δὲ
ὁ
Παῦλος
ἕνα
τῶν
ἑκατονταρχῶν
ἔφη,
Τὸν
νεανίαν
τοῦτον
ἄπαγε
πρὸς
τὸν
χιλίαρχον.
ἔχει
γὰρ
ἀπαγγεῖλαί
τι
αὐτῷ.
18ὁ
μὲν
οὖν
παραλαβὼν
αὐτὸν
ἤγαγεν
πρὸς
τὸν
χιλίαρχον,
καί
φησιν,
Ὁ
δέσμιος,
Παῦλος,
προσκαλεσάμενός
με
ἠρώτησεν
τοῦτον
τὸν
νεανίσκον
ἀγαγεῖν
πρὸς
σὲ
ἔχοντά
τι
λαλῆσαί
σοι.
19ἐπιλαβόμενος
δὲ
τῆς
χειρὸς
αὐτοῦ
ὁ
χιλίαρχος,
καὶ
ἀναχωρήσας
κατ᾽
ἰδίαν,
ἐπυνθάνετο,
Τί
ἐστιν
ὃ
ἔχεις
ἀπαγγεῖλαί
μοι;
20εἶπεν
δὲ
ὅτι,
Οἱ
Ἰουδαῖοι
συνέθεντο
τοῦ
ἐρωτῆσαί
σε
ὅπως
αὔριον
τὸν
Παῦλον
καταγάγῃς
εἰς
τὸ
συνέδριον,
ὡς
μέλλον
τι
ἀκριβέστερον
πυνθάνεσθαι
περὶ
αὐτοῦ.
21σὺ
οὖν
μὴ
πεισθῇς
αὐτοῖς.
ἐνεδρεύουσιν
γὰρ
αὐτὸν
ἐξ
αὐτῶν
ἄνδρες
πλείους
τεσσεράκοντα.
οἵτινες
ἀνεθεμάτισαν
ἑαυτοὺς
μήτε
φαγεῖν
μήτε
πεῖν
ἕως
οὗ
ἀνέλωσιν
αὐτόν.
καὶ
νῦν
εἰσὶν
ἕτοιμοι,
προσδεχόμενοι
τὴν
ἀπὸ
σοῦ
ἐπαγγελίαν.
22ὁ
μὲν
οὖν
χιλίαρχος
ἀπέλυσε
τὸν
νεανίσκον
παραγγείλας,
Μηδενὶ
ἐκλαλῆσαι
ὅτι
ταῦτα
ἐνεφάνισας
πρὸς
ἐμέ.
23καὶ
προσκαλεσάμενός
τινας
δύο
τῶν
ἑκατονταρχῶν
εἶπεν,
Ἑτοιμάσατε
στρατιώτας
διακοσίους·
ὅπως
πορευθῶσιν
ἕως
Καισαρείας·
καὶ
ἱππεῖς
ἑβδομήκοντα
καὶ
δεξιολάβους
διακοσίους,
ἀπὸ
τρίτης
ὥρας
τῆς
νυκτός.
24κτήνη
τε
παραστῆσαι,
ἵνα
ἐπιβιβάσαντες
τὸν
Παῦλον
διασώσωσι
πρὸς
Φήλικα
τὸν
ἡγεμόνα·
25γράψας
ἐπιστολὴν
ἔχουσαν
τὸν
τύπον
τοῦτον·
26Κλαύδιος
Λυσίας,
τῷ
κρατίστῳ,
ἡγεμόνι
Φήλικι.
χαίρειν.
27τὸν
ἄνδρα
τοῦτον
συλλημφθέντα
ὑπὸ
τῶν
Ἰουδαίων,
καὶ
μέλλοντα
ἀναιρεῖσθαι
ὑπ᾽
αὐτῶν
ἐπιστὰς
σὺν
τῷ
στρατεύματι.
ἐξειλάμην
μαθών,
ὅτι
Ῥωμαῖός
ἐστιν.
28βουλόμενός
τε
ἐπιγνῶναι
τὴν
αἰτίαν
δι᾽
ἣν
ἐνεκάλουν
αὐτῷ
κατήγαγον
εἰς
τὸ
συνέδριον
αὐτῶν·
29ὃν
εὗρον
ἐγκαλούμενον
περὶ
ζητημάτων
τοῦ
νόμου
αὐτῶν—
μηδὲν
δὲ
ἄξιον
θανάτου
ἢ
δεσμῶν
ἔχοντα
ἔγκλημα.
30μηνυθείσης
δέ
μοι
ἐπιβουλῆς
εἰς
τὸν
ἄνδρα
ἔσεσθαι,
ἐξαυτῆς
ἔπεμψα
πρὸς
σέ·
παραγγείλας
καὶ
τοῖς
κατηγόροις
λέγειν
τὰ
πρὸς
αὐτὸν
ἐπὶ
σοῦ.
31οἱ
μὲν
οὖν
στρατιῶται,
κατὰ
τὸ
διατεταγμένον
αὐτοῖς,
ἀναλαβόντες
τὸν
Παῦλον
ἤγαγον
διὰ
νυκτός,
εἰς
τὴν
Ἀντιπατρίδα·
32τῇ
δὲ
ἐπαύριον,
ἐάσαντες
τοὺς
ἱππεῖς
ἀπέρχεσθαι
σὺν
αὐτῷ,
ὑπέστρεψαν
εἰς
τὴν
παρεμβολήν·
33οἵτινες
εἰσελθόντες
εἰς
τὴν
Καισάρειαν,
καὶ
ἀναδόντες
τὴν
ἐπιστολὴν
τῷ
ἡγεμόνι
παρέστησαν
καὶ
τὸν
Παῦλον
αὐτῷ.
34ἀναγνοὺς
δὲ
καὶ
ἐπερωτήσας
ἐκ
ποίας
ἐπαρχείας
ἐστίν·
καὶ
πυθόμενος
ὅτι
ἀπὸ
Κιλικίας·
35Διακούσομαί
σου,
ἔφη,
̔Όταν
καὶ
οἱ
κατήγοροί
σου
παραγένωνται·
κελεύσας
ἐν
τῷ
πραιτωρίῳ
τοῦ
Ἡρῴδου
φυλάσσεσθαι
αὐτόν.