Acts 2:1-47
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐν
τῷ
συμπληροῦσθαι
τὴν
ἡμέραν
τῆς
πεντηκοστῆς,
ἦσαν
πάντες
ὁμοῦ
ἐπὶ
τὸ
αὐτό.
2καὶ
ἐγένετο,
ἄφνω
ἐκ
τοῦ
οὐρανοῦ
ἦχος
ὥσπερ
φερομένης
πνοῆς
βιαίας,
καὶ
ἐπλήρωσεν
ὅλον
τὸν
οἶκον
οὗ
ἦσαν
καθήμενοι.
3καί,
ὤφθησαν
αὐτοῖς
διαμεριζόμεναι
γλῶσσαι
ὡσεὶ
πυρὸς
καὶ
ἐκάθισεν
ἐφ᾽
ἕνα
ἕκαστον
αὐτῶν.
4καὶ
ἐπλήσθησαν
πάντες
πνεύματος
ἁγίου
καὶ
ἤρξαντο
λαλεῖν
ἑτέραις
γλώσσαις,
καθὼς
τὸ
πνεῦμα
ἐδίδου
ἀποφθέγγεσθαι
αὐτοῖς.
5ἦσαν
δὲ
ἐν
Ἰερουσαλὴμ
κατοικοῦντες
Ἰουδαῖοι
ἄνδρες
εὐλαβεῖς
ἀπὸ
παντὸς
ἔθνους
τῶν
ὑπὸ
τὸν
οὐρανόν.
6γενομένης
δὲ
τῆς
φωνῆς
ταύτης,
συνῆλθε
τὸ
πλῆθος
καὶ
συνεχύθη
ὅτι
ἤκουσεν
εἷς
ἕκαστος
τῇ
ἰδίᾳ
διαλέκτῳ
λαλούντων
αὐτῶν.
7ἐξίσταντο
δὲ
καὶ
ἐθαύμαζον.
λέγοντες,
Οὐχὶ
ἰδοὺ
πάντες
οὗτοί
εἰσιν
οἱ
λαλοῦντες
Γαλιλαῖοι;
8καὶ
πῶς
ἡμεῖς
ἀκούομεν
ἕκαστος
τῇ
ἰδίᾳ
διαλέκτῳ
ἡμῶν
ἐν
ᾗ
ἐγεννήθημεν;
9Πάρθοι,
καὶ
Μῆδοι,
καὶ
Ἐλαμεῖται,
καὶ
οἱ
κατοικοῦντες
τὴν
Μεσοποταμίαν,
Ἰουδαίαν,
τε
καὶ
Καππαδοκίαν,
Πόντον,
καὶ
τὴν
Ἀσίαν,
10Φρυγίαν,
τε
καὶ
Παμφυλίαν,
Αἴγυπτον,
καὶ
τὰ
μέρη
τῆς
Λιβύης
τῆς
κατὰ
Κυρήνην,
καὶ
οἱ
ἐπιδημοῦντες
Ῥωμαῖοι,
11(Ἰουδαῖοί
τε
καὶ
προσήλυτοι),
Κρῆτες,
καὶ
̓Άραβες·
ἀκούομεν
λαλούντων
αὐτῶν
ταῖς
ἡμετέραις
γλώσσαις
τὰ
μεγαλεῖα
τοῦ
θεοῦ.
12ἐξίσταντο
δὲ
πάντες
καὶ
διηποροῦντο·
ἄλλος
πρὸς
ἄλλον
λέγοντες,
Τί
θέλει
τοῦτο
εἶναι;
13ἕτεροι
δὲ
διαχλευάζοντες
ἔλεγον
ὅτι·
Γλεύκους
μεμεστωμένοι
εἰσίν.
14σταθεὶς
δὲ
ὁ
Πέτρος
σὺν
τοῖς
ἕνδεκα
ἐπῆρεν
τὴν
φωνὴν
αὐτοῦ
καὶ
ἀπεφθέγξατο
αὐτοῖς,
̓Άνδρες
Ἰουδαῖοι
καὶ
οἱ
κατοικοῦντες
Ἰερουσαλὴμ
πάντες·
τοῦτο
ὑμῖν
γνωστὸν
ἔστω,
καὶ
ἐνωτίσασθε
τὰ
ῥήματά
μου.
15οὐ
γὰρ
ὡς
ὑμεῖς
ὑπολαμβάνετε,
οὗτοι
μεθύουσιν,
ἔστιν
γὰρ
ὥρα
τρίτη
τῆς
ἡμέρας·
16ἀλλά,
τοῦτό
ἐστιν
τὸ
εἰρημένον
διὰ
τοῦ
προφήτου
Ἰωήλ·
17Καὶ
ἔσται
ἐν
ταῖς
ἐσχάταις
ἡμέραις,
λέγει
ὁ
θεός,
Ἐκχεῶ
ἀπὸ
τοῦ
πνεύματός
μου
ἐπὶ
πᾶσαν
σάρκα.
καὶ
προφητεύσουσιν
οἱ
υἱοὶ
ὑμῶν
καὶ
αἱ
θυγατέρες
ὑμῶν.
καὶ
οἱ
νεανίσκοι
ὑμῶν
ὁράσεις
ὄψονται,
καὶ
οἱ
πρεσβύτεροι
ὑμῶν
ἐνυπνίοις
ἐνυπνιασθήσονται.
18καί
γε
ἐπὶ
τοὺς
δούλους
μου
καὶ
ἐπὶ
τὰς
δούλας
μου
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
ἐκχεῶ
ἀπὸ
τοῦ
πνεύματός
μου,
καὶ
προφητεύσουσιν.
19καὶ
δώσω
τέρατα
ἐν
τῷ
οὐρανῷ
ἄνω
καὶ
σημεῖα
ἐπὶ
τῆς
γῆς
κάτω—
αἷμα
καὶ
πῦρ
καὶ
ἀτμίδα
καπνοῦ.
20ὁ
ἥλιος
μεταστραφήσεται
εἰς
σκότος
καὶ
ἡ
σελήνη
εἰς
αἷμα
πρὶν
ἐλθεῖν
ἡμέραν
κυρίου
τὴν
μεγάλην
καὶ
ἐπιφανῆ.
21καὶ
ἔσται
πᾶς
ὃς
ἂν
ἐπικαλέσηται
τὸ
ὄνομα
κυρίου
σωθήσεται.
22ἄνδρες
Ἰσραηλεῖται,
ἀκούσατε
τοὺς
λόγους
τούτους.
Ἰησοῦν
τὸν
Ναζωραῖον
ἄνδρα
ἀποδεδειγμένον
ἀπὸ
τοῦ
θεοῦ
εἰς
ὑμᾶς
δυνάμεσι,
καὶ
τέρασι,
καὶ
σημείοις
οἷς
ἐποίησεν
δι᾽
αὐτοῦ
ὁ
θεὸς
ἐν
μέσῳ
ὑμῶν,
καθὼς
αὐτοὶ
οἴδατε·
23τοῦτον
τῇ
ὡρισμένῃ
βουλῇ,
καὶ
προγνώσει
τοῦ
θεοῦ·
ἔκδοτον
διὰ
χειρὸς
ἀνόμων,
προσπήξαντες
ἀνείλατε·
24ὃν
ὁ
θεὸς
ἀνέστησεν
λύσας
τὰς
ὠδῖνας
τοῦ
θανάτου,
καθότι
οὐκ
ἦν
δυνατὸν
κρατεῖσθαι
αὐτὸν
ὑπ᾽
αὐτοῦ.
25Δαυεὶδ
γὰρ
λέγει
εἰς
αὐτόν·
Προορώμην
τὸν
κύριον
ἐνώπιόν
μου
διὰ
παντός·
ὅτι
ἐκ
δεξιῶν
μού
ἐστιν,
ἵνα
μὴ
σαλευθῶ.
26διὰ
τοῦτο
ηὐφράνθη
μου
ἡ
καρδία,
καὶ
ἠγαλλιάσατο
ἡ
γλῶσσά
μου.
ἔτι
δὲ
καὶ
ἡ
σάρξ
μου
κατασκηνώσει
ἐπ᾽
ἐλπίδι.
27ὅτι
οὐκ
ἐνκαταλείψεις
τὴν
ψυχήν
μου
εἰς
ᾅδην
οὐδὲ
δώσεις
τὸν
ὅσιόν
σου
ἰδεῖν
διαφθοράν.
28ἐγνώρισάς
μοι
ὁδοὺς
ζωῆς,
πληρώσεις
με
εὐφροσύνης
μετὰ
τοῦ
προσώπου
σου.
29ἄνδρες
ἀδελφοί,
ἐξὸν
εἰπεῖν
μετὰ
παρρησίας
πρὸς
ὑμᾶς
περὶ
τοῦ
πατριάρχου
Δαυείδ,
ὅτι
καὶ
ἐτελεύτησεν
καὶ
ἐτάφη,
καὶ
τὸ
μνῆμα
αὐτοῦ
ἔστιν
ἐν
ἡμῖν
ἄχρι
τῆς
ἡμέρας
ταύτης.
30προφήτης
οὖν
ὑπάρχων,
καὶ
εἰδὼς
ὅτι
ὅρκῳ
ὤμοσεν
αὐτῷ
ὁ
θεὸς
ἐκ
καρποῦ
τῆς
ὀσφύος
αὐτοῦ
καθίσαι
ἐπὶ
τὸν
θρόνον
αὐτοῦ.
31προϊδὼν
ἐλάλησεν
περὶ
τῆς
ἀναστάσεως
τοῦ
Χριστοῦ·
ὅτι
οὔτε
ἐνκατελείφθη
εἰς
ᾅδην
οὔτε
ἡ
σὰρξ
αὐτοῦ
εἶδεν
διαφθοράν.
32τοῦτον
τὸν
Ἰησοῦν
ἀνέστησεν
ὁ
θεός,
οὗ
πάντες
ἡμεῖς
ἐσμὲν
μάρτυρες.
33τῇ
δεξιᾷ
οὖν
τοῦ
θεοῦ
ὑψωθείς·
τήν
τε
ἐπαγγελίαν
τοῦ
πνεύματος
τοῦ
ἁγίου
λαβὼν
παρὰ
τοῦ
πατρός,
ἐξέχεεν
τοῦτο
ὃ
ὑμεῖς,
καὶ
βλέπετε
καὶ
ἀκούετε.
34οὐ
γὰρ
Δαυεὶδ
ἀνέβη
εἰς
τοὺς
οὐρανούς,
λέγει
δὲ
αὐτός,
Εἶπεν
ὁ
κύριος
τῷ
κυρίῳ
μου,
Κάθου
ἐκ
δεξιῶν
μου
35ἕως
ἂν
θῶ
τοὺς
ἐχθρούς
σου,
ὑποπόδιον
τῶν
ποδῶν
σου.
36ἀσφαλῶς
οὖν
γινωσκέτω
πᾶς
οἶκος
Ἰσραὴλ
ὅτι
καὶ
κύριον
αὐτὸν
καὶ
Χριστὸν
ἐποίησεν
ὁ
θεὸς
τοῦτον
τὸν
Ἰησοῦν
ὃν
ὑμεῖς
ἐσταυρώσατε.
37ἀκούσαντες
δὲ
κατενύγησαν
τὴν
καρδίαν,
εἶπάν
τε
πρὸς
τὸν
Πέτρον
καὶ
τοὺς
λοιποὺς
ἀποστόλους,
Τί
ποιήσωμεν,
ἄνδρες
ἀδελφοί;
38Πέτρος
δὲ
πρὸς
αὐτούς,
Μετανοήσατε,
φησίν,
Καὶ
βαπτισθήτω
ἕκαστος
ὑμῶν
ἐν
τῷ
ὀνόματι
Ἰησοῦ
Χριστοῦ
εἰς
ἄφεσιν
τῶν
ἁμαρτιῶν
ὑμῶν·
καὶ
λήμψεσθε
τὴν
δωρεὰν
τοῦ
ἁγίου
πνεύματος.
39ὑμῖν
γάρ
ἐστιν
ἡ
ἐπαγγελία,
καὶ
τοῖς
τέκνοις
ὑμῶν,
καὶ
πᾶσι
τοῖς
εἰς
μακράν—
ὅσους
ἂν
προσκαλέσηται
κύριος
ὁ
θεὸς
ἡμῶν.
40ἑτέροις
τε
λόγοις
πλείοσιν
διεμαρτύρατο,
καὶ
παρεκάλει
αὐτοὺς
λέγων,
Σώθητε
ἀπὸ
τῆς
γενεᾶς
τῆς
σκολιᾶς
ταύτης.
41οἱ
μὲν
οὖν
ἀποδεξάμενοι
τὸν
λόγον
αὐτοῦ
ἐβαπτίσθησαν
καὶ
προσετέθησαν
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ—
ψυχαὶ
ὡσεὶ
τρισχίλιαι.
42ἦσαν
δὲ
προσκαρτεροῦντες
τῇ
διδαχῇ
τῶν
ἀποστόλων,
καὶ
τῇ
κοινωνίᾳ,
τῇ
κλάσει
τοῦ
ἄρτου,
καὶ
ταῖς
προσευχαῖς.
43ἐγίνετο
δὲ
πάσῃ
ψυχῇ
φόβος,
πολλά
τε
τέρατα
καὶ
σημεῖα
διὰ
τῶν
ἀποστόλων
ἐγίνετο.
44πάντες
δὲ
οἱ
πιστεύσαντες
ἦσαν
ἐπὶ
τὸ
αὐτὸ
καὶ
εἶχον
ἅπαντα
κοινά·
45καὶ
τὰ
κτήματα
καὶ
τὰς
ὑπάρξεις
ἐπίπρασκον
καὶ
διεμέριζον
αὐτὰ
πᾶσιν
καθότι
ἄν
τις
χρείαν
εἶχεν·
46καθ᾽
ἡμέραν
τε
προσκαρτεροῦντες
ὁμοθυμαδὸν
ἐν
τῷ
ἱερῷ,
κλῶντές
τε
κατ᾽
οἶκον
ἄρτον,
μετελάμβανον
τροφῆς
ἐν
ἀγαλλιάσει
καὶ
ἀφελότητι
καρδίας—
47αἰνοῦντες
τὸν
θεὸν
καὶ
ἔχοντες
χάριν
πρὸς
ὅλον
τὸν
λαόν.
ὁ
δὲ
κύριος
προσετίθει
τοὺς
σῳζομένους
καθ᾽
ἡμέραν
ἐπὶ
τὸ
αὐτό.