Acts 3:1-26
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Πέτρος
δὲ
καὶ
Ἰωάνης
ἀνέβαινον
εἰς
τὸ
ἱερὸν
ἐπὶ
τὴν
ὥραν
τῆς
προσευχῆς
τὴν
ἐνάτην.
2καί,
τις
ἀνὴρ
χωλὸς
ἐκ
κοιλίας
μητρὸς
αὐτοῦ
ὑπάρχων
ἐβαστάζετο·
ὃν
ἐτίθουν
καθ᾽
ἡμέραν
πρὸς
τὴν
θύραν
τοῦ
ἱεροῦ,
τὴν
λεγομένην
Ὡραίαν,
τοῦ
αἰτεῖν
ἐλεημοσύνην
παρὰ
τῶν
εἰσπορευομένων
εἰς
τὸ
ἱερόν.
3ὃς
ἰδὼν
Πέτρον
καὶ
Ἰωάνην
μέλλοντας
εἰσιέναι
εἰς
τὸ
ἱερόν,
ἠρώτα
ἐλεημοσύνην
λαβεῖν.
4ἀτενίσας
δέ,
Πέτρος
εἰς
αὐτὸν
σὺν
τῷ
Ἰωάνῃ
εἶπεν,
Βλέψον
εἰς
ἡμᾶς.
5ὁ
δὲ
ἐπεῖχεν
αὐτοῖς,
προσδοκῶν
τι
παρ᾽
αὐτῶν
λαβεῖν.
6εἶπεν
δὲ
Πέτρος,
Ἀργύριον
καὶ
χρυσίον
οὐχ
ὑπάρχει
μοι·
ὃ
δὲ
ἔχω
τοῦτό
σοι
δίδωμι.
ἐν
τῷ
ὀνόματι
Ἰησοῦ
Χριστοῦ
τοῦ
Ναζωραίου,
ἔγειρε
καὶ
περιπάτει.
7καὶ
πιάσας
αὐτὸν
τῆς
δεξιᾶς
χειρὸς
ἤγειρεν
αὐτόν·
παραχρῆμα
δέ,
ἐστερεώθησαν
αἱ
βάσεις
αὐτοῦ
καὶ
τὰ
σφυδρά.
8καὶ
ἐξαλλόμενος,
ἔστη,
καὶ
περιεπάτει.
καί,
εἰσῆλθεν
σὺν
αὐτοῖς
εἰς
τὸ
ἱερόν,
περιπατῶν,
καὶ
ἁλλόμενος,
καὶ
αἰνῶν
τὸν
θεόν.
9καὶ
εἶδεν
πᾶς
ὁ
λαὸς
αὐτὸν
περιπατοῦντα
καὶ
αἰνοῦντα
τὸν
θεόν.
10ἐπεγίνωσκον
δὲ
αὐτὸν
ὅτι
αὐτὸς
ἦν
ὁ
πρὸς
τὴν
ἐλεημοσύνην
καθήμενος
ἐπὶ
τῇ
Ὡραίᾳ
Πύλῃ
τοῦ
ἱεροῦ,
καὶ
ἐπλήσθησαν
θάμβους
καὶ
ἐκστάσεως
ἐπὶ
τῷ
συμβεβηκότι
αὐτῷ.
11κρατοῦντος
δὲ
αὐτοῦ
τὸν
Πέτρον
καὶ
τὸν
Ἰωάνην,
συνέδραμεν
πᾶς
ὁ
λαὸς
πρὸς
αὐτοὺς
ἐπὶ
τῇ
Στοᾷ
τῇ
καλουμένῃ
Σολομῶντος
ἔκθαμβοι.
12ἰδὼν
δὲ
ὁ
Πέτρος
ἀπεκρίνατο
πρὸς
τὸν
λαόν,
̓Άνδρες
Ἰσραηλεῖται,
τί
θαυμάζετε
ἐπὶ
τούτῳ;
ἢ
ἡμῖν
τί
ἀτενίζετε
ὡς
ἰδίᾳ
δυνάμει
ἢ
εὐσεβείᾳ
πεποιηκόσιν
τοῦ
περιπατεῖν
αὐτόν;
13ὁ
θεὸς
Ἀβραάμ,
καὶ
Ἰσαάκ,
καὶ
Ἰακώβ—
ὁ
θεὸς
τῶν
πατέρων
ἡμῶν—
ἐδόξασεν
τὸν
παῖδα
αὐτοῦ
Ἰησοῦν.
ὃν
ὑμεῖς
μὲν
παρεδώκατε
καὶ
ἠρνήσασθε
κατὰ
πρόσωπον
Πειλάτου,
κρίναντος
ἐκείνου
ἀπολύειν.
14ὑμεῖς
δὲ
τὸν
ἅγιον,
καὶ
δίκαιον
ἠρνήσασθε
καὶ
ᾐτήσασθε
ἄνδρα
φονέα
χαρισθῆναι
ὑμῖν·
15τὸν
δὲ
ἀρχηγὸν
τῆς
ζωῆς
ἀπεκτείνατε,
ὃν
ὁ
θεὸς
ἤγειρεν
ἐκ
νεκρῶν.
οὗ
ἡμεῖς
μάρτυρές
ἐσμεν.
16καὶ
τῇ
πίστει
τοῦ
ὀνόματος
αὐτοῦ—
τοῦτον
ὃν
θεωρεῖτε
καὶ
οἴδατε—
ἐστερέωσεν
τὸ
ὄνομα
αὐτοῦ.
καὶ
ἡ
πίστις
ἡ
δι᾽
αὐτοῦ
ἔδωκεν
αὐτῷ
τὴν
ὁλοκληρίαν
ταύτην
ἀπέναντι
πάντων
ὑμῶν.
17καὶ
νῦν
ἀδελφοί,
οἶδα
ὅτι
κατὰ
ἄγνοιαν
ἐπράξατε
ὥσπερ
καὶ
οἱ
ἄρχοντες
ὑμῶν·
18ὁ
δὲ
θεός,
ἃ
προκατήγγειλεν
διὰ
στόματος
πάντων
τῶν
προφητῶν—
παθεῖν
τὸν
Χριστὸν
αὐτοῦ—
ἐπλήρωσεν
οὕτως.
19μετανοήσατε
οὖν
καὶ
ἐπιστρέψατε,
πρὸς
τὸ
ἐξαλιφθῆναι
ὑμῶν
τὰς
ἁμαρτίας.
20ὅπως
ἂν
ἔλθωσιν
καιροὶ
ἀναψύξεως
ἀπὸ
προσώπου
τοῦ
κυρίου,
καὶ
ἀποστείλῃ
τὸν
προκεχειρισμένον
ὑμῖν,
Χριστὸν
Ἰησοῦν·
21ὃν
δεῖ
οὐρανὸν
μὲν
δέξασθαι
ἄχρι
χρόνων
ἀποκαταστάσεως
πάντων,
ὧν
ἐλάλησεν
ὁ
θεὸς
διὰ
στόματος
τῶν
ἁγίων
ἀπ᾽
αἰῶνος
αὐτοῦ
προφητῶν.
22Μωυσῆς
μὲν
εἶπεν
ὅτι,
Προφήτην
ὑμῖν
ἀναστήσει
κύριος
ὁ
θεὸς
ὑμῶν
ἐκ
τῶν
ἀδελφῶν
ὑμῶν
ὡς
ἐμέ·
αὐτοῦ
ἀκούσεσθε
κατὰ
πάντα
ὅσα
ἂν
λαλήσῃ
πρὸς
ὑμᾶς.
23ἔσται
δὲ
πᾶσα
ψυχὴ
ἥτις
ἐὰν
μὴ
ἀκούσῃ
τοῦ
προφήτου
ἐκείνου
ἐξολεθρευθήσεται
ἐκ
τοῦ
λαοῦ.
24καὶ
πάντες
δὲ
οἱ
προφῆται
ἀπὸ
Σαμουὴλ
καὶ
τῶν
καθεξῆς,
ὅσοι
ἐλάλησαν
καὶ
κατήγγειλαν
τὰς
ἡμέρας
ταύτας.
25ὑμεῖς
ἐστὲ
οἱ
υἱοὶ
τῶν
προφητῶν,
καὶ
τῆς
διαθήκης
ἧς
ὁ
θεὸς
διέθετο
πρὸς
τοὺς
πατέρας
ὑμῶν·
λέγων
πρὸς
Ἀβραάμ,
Καὶ
ἐν
τῷ
σπέρματί
σου
ἐνευλογηθήσονται
πᾶσαι
αἱ
πατριαὶ
τῆς
γῆς.
26ὑμῖν
πρῶτον
ἀναστήσας
ὁ
θεὸς
τὸν
παῖδα
αὐτοῦ,
ἀπέστειλεν
αὐτὸν
εὐλογοῦντα
ὑμᾶς,
ἐν
τῷ
ἀποστρέφειν
ἕκαστον
ἀπὸ
τῶν
πονηριῶν
ὑμῶν.