Acts 9:1-43
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ὁ
δέ,
Σαῦλος
ἔτι
ἐμπνέων
ἀπειλῆς
καὶ
φόνου
εἰς
τοὺς
μαθητὰς
τοῦ
κυρίου·
προσελθὼν
τῷ
ἀρχιερεῖ.
2ᾐτήσατο
παρ᾽
αὐτοῦ
ἐπιστολὰς
εἰς
Δαμασκὸν
πρὸς
τὰς
συναγωγάς,
ὅπως
ἐάν
τινας
εὕρῃ
τῆς
ὁδοῦ
ὄντας—
ἄνδρας
τε
καὶ
γυναῖκας—
δεδεμένους
ἀγάγῃ
εἰς
Ἰερουσαλήμ.
3ἐν
δὲ
τῷ
πορεύεσθαι
ἐγένετο
αὐτὸν
ἐγγίζειν
τῇ
Δαμασκῷ,
ἐξαίφνης
τε
αὐτὸν
περιήστραψεν
φῶς
ἐκ
τοῦ
οὐρανοῦ.
4καὶ
πεσὼν
ἐπὶ
τὴν
γῆν
ἤκουσεν
φωνὴν
λέγουσαν
αὐτῷ,
Σαούλ,
Σαούλ,
τί
με
διώκεις;
5εἶπεν
δέ,
Τίς
εἶ,
κύριε;
ὁ
δέ,
Ἐγώ
εἰμι
Ἰησοῦς
ὃν
σὺ
διώκεις.
6ἀλλὰ
ἀνάστηθι
καὶ
εἴσελθε
εἰς
τὴν
πόλιν,
καὶ
λαληθήσεταί
σοι
ὅ
τί
σε
δεῖ
ποιεῖν.
7οἱ
δὲ
ἄνδρες
οἱ
συνοδεύοντες
αὐτῷ
εἱστήκεισαν
ἐνεοί,
ἀκούοντες
μὲν
τῆς
φωνῆς
μηδένα
δὲ
θεωροῦντες.
8ἠγέρθη
δὲ
Σαῦλος
ἀπὸ
τῆς
γῆς,
ἀνεῳγμένων
δὲ
τῶν
ὀφθαλμῶν
αὐτοῦ
οὐδὲν
ἔβλεπεν.
χειραγωγοῦντες
δὲ
αὐτὸν
εἰσήγαγον
εἰς
Δαμασκόν.
9καὶ
ἦν
ἡμέρας
τρεῖς
μὴ
βλέπων
καὶ
οὐκ
ἔφαγεν
οὐδὲ
ἔπιεν.
10ἦν
δέ
τις
μαθητὴς
ἐν
Δαμασκῷ
ὀνόματι
Ἁνανίας.
καὶ
εἶπεν
πρὸς
αὐτὸν
ἐν
ὁράματι
ὁ
κύριος,
Ἁνανία.
ὁ
δὲ
εἶπεν,
Ἰδοὺ
ἐγώ,
κύριε.
11ὁ
δὲ
κύριος
πρὸς
αὐτόν,
Ἀναστὰς
πορεύθητι
ἐπὶ
τὴν
ῥύμην
τὴν
καλουμένην
Εὐθεῖαν,
καὶ
ζήτησον
ἐν
οἰκίᾳ
Ἰούδα
Σαῦλον
ὀνόματι
Ταρσέα·
ἰδοὺ
γὰρ
προσεύχεται.
12καὶ
εἶδεν
ἄνδρα
ἐν
ὁράματι
Ἁνανίαν
ὀνόματι
εἰσελθόντα
καὶ
ἐπιθέντα
αὐτῷ
τὰς
χεῖρας
ὅπως
ἀναβλέψῃ.
13ἀπεκρίθη
δὲ
Ἁνανίας,
Κύριε,
ἤκουσα
ἀπὸ
πολλῶν
περὶ
τοῦ
ἀνδρὸς
τούτου
ὅσα
κακὰ
τοῖς
ἁγίοις
σου
ἐποίησεν
ἐν
Ἰερουσαλήμ.
14καὶ
ὧδε
ἔχει
ἐξουσίαν
παρὰ
τῶν
ἀρχιερέων
δῆσαι
πάντας
τοὺς
ἐπικαλουμένους
τὸ
ὄνομά
σου.
15εἶπεν
δὲ
πρὸς
αὐτὸν
ὁ
κύριος,
Πορεύου,
ὅτι
σκεῦος
ἐκλογῆς
ἐστίν
μοι
οὗτος
τοῦ
βαστάσαι
τὸ
ὄνομά
μου
ἐνώπιον
τῶν
ἐθνῶν
τε
καὶ
βασιλέων,
υἱῶν
τε
Ἰσραήλ,
16ἐγὼ
γὰρ
ὑποδείξω
αὐτῷ
ὅσα
δεῖ
αὐτὸν
ὑπὲρ
τοῦ
ὀνόματός
μου
παθεῖν.
17ἀπῆλθεν
δὲ
Ἁνανίας
καὶ
εἰσῆλθεν
εἰς
τὴν
οἰκίαν.
καὶ
ἐπιθεὶς
ἐπ᾽
αὐτὸν
τὰς
χεῖρας
εἶπεν,
Σαοὺλ
ἀδελφέ,
ὁ
κύριος
ἀπέσταλκέν
με,
Ἰησοῦς
ὁ
ὀφθείς
σοι
ἐν
τῇ
ὁδῷ
ᾗ
ἤρχου,
ὅπως
ἀναβλέψῃς
καὶ
πλησθῇς
πνεύματος
ἁγίου.
18καὶ
εὐθέως
ἀπέπεσαν
αὐτοῦ
ἀπὸ
τῶν
ὀφθαλμῶν
ὡς
λεπίδες,
ἀνέβλεψέν
τε·
καὶ
ἀναστὰς
ἐβαπτίσθη.
19καὶ
λαβὼν
τροφὴν
ἐνισχύθη.
ἐγένετο
δὲ
μετὰ
τῶν
ἐν
Δαμασκῷ
μαθητῶν
ἡμέρας
τινάς.
20καὶ
εὐθέως
ἐν
ταῖς
συναγωγαῖς
ἐκήρυσσεν
τὸν
Ἰησοῦν,
ὅτι,
Οὗτός
ἐστιν
ὁ
υἱὸς
τοῦ
θεοῦ.
21ἐξίσταντο
δὲ
πάντες
οἱ
ἀκούοντες.
καὶ
ἔλεγον,
Οὐχ
οὗτός
ἐστιν
ὁ
πορθήσας
ἐν
Ἰερουσαλὴμ
τοὺς
ἐπικαλουμένους
τὸ
ὄνομα
τοῦτο,
καὶ
ὧδε
εἰς
τοῦτο
ἐληλύθει
ἵνα
δεδεμένους
αὐτοὺς
ἀγάγῃ
ἐπὶ
τοὺς
ἀρχιερεῖς;
22Σαῦλος
δὲ
μᾶλλον
ἐνεδυναμοῦτο,
καὶ
συνέχυννεν
τοὺς
Ἰουδαίους
τοὺς
κατοικοῦντας
ἐν
Δαμασκῷ
συμβιβάζων
ὅτι
οὗτός
ἐστιν
ὁ
Χριστός.
23ὡς
δὲ
ἐπληροῦντο
ἡμέραι
ἱκαναὶ
συνεβουλεύσαντο
οἱ
Ἰουδαῖοι
ἀνελεῖν
αὐτόν.
24ἐγνώσθη
δὲ
τῷ
Σαύλῳ
ἡ
ἐπιβουλὴ
αὐτῶν,
παρετηροῦντο
δὲ
καὶ
τὰς
πύλας
ἡμέρας
τε
καὶ
νυκτὸς
ὅπως
αὐτὸν
ἀνέλωσιν.
25λαβόντες
δὲ
οἱ
μαθηταὶ
αὐτοῦ
νυκτὸς
διὰ
τοῦ
τείχους
καθῆκαν
αὐτὸν
χαλάσαντες
ἐν
σφυρίδι.
26παραγενόμενος
δὲ
εἰς
Ἰερουσαλήμ,
ἐπείραζεν
κολλᾶσθαι
τοῖς
μαθηταῖς,
καὶ
πάντες
ἐφοβοῦντο
αὐτόν·
μὴ
πιστεύοντες
ὅτι
ἐστὶν
μαθητής.
27Βαρνάβας
δὲ
ἐπιλαβόμενος
αὐτὸν
ἤγαγεν
πρὸς
τοὺς
ἀποστόλους
καὶ
διηγήσατο
αὐτοῖς
πῶς
ἐν
τῇ
ὁδῷ
εἶδεν
τὸν
κύριον·
καὶ
ὅτι
ἐλάλησεν
αὐτῷ
καὶ
πῶς
ἐν
Δαμασκῷ
ἐπαρρησιάσατο
ἐν
τῷ
ὀνόματι
τοῦ
Ἰησοῦ.
28καὶ
ἦν
μετ᾽
αὐτῶν
εἰσπορευόμενος
καὶ
ἐκπορευόμενος
εἰς
Ἰερουσαλήμ,
παρρησιαζόμενος
ἐν
τῷ
ὀνόματι
τοῦ
κυρίου.
29ἐλάλει
τε
καὶ
συνεζήτει
πρὸς
τοὺς
Ἑλληνιστάς,
οἱ
δὲ
ἐπεχείρουν
ἀνελεῖν
αὐτόν.
30ἐπιγνόντες
δὲ
οἱ
ἀδελφοί,
κατήγαγον
αὐτὸν
εἰς
Καισάρειαν
καὶ
ἐξαπέστειλαν
αὐτὸν
εἰς
Ταρσόν.
31ἡ
μὲν
οὖν
ἐκκλησία
καθ᾽
ὅλης
τῆς
Ἰουδαίας,
καὶ
Γαλιλαίας,
καὶ
Σαμαρείας,
εἶχεν
εἰρήνην
οἰκοδομουμένη
καὶ
πορευομένη
τῷ
φόβῳ
τοῦ
κυρίου·
καὶ
τῇ
παρακλήσει
τοῦ
ἁγίου
πνεύματος,
ἐπληθύνετο.
32ἐγένετο
δέ,
Πέτρον
διερχόμενον
διὰ
πάντων,
κατελθεῖν
καὶ
πρὸς
τοὺς
ἁγίους
τοὺς
κατοικοῦντας
Λύδδα.
33εὗρεν
δὲ
ἐκεῖ
ἄνθρωπόν
τινα
ὀνόματι
Αἰνέαν,
ἐξ
ἐτῶν
ὀκτὼ
κατακείμενον
ἐπὶ
κραβάττου
ὃς
ἦν
παραλελυμένος.
34καὶ
εἶπεν
αὐτῷ
ὁ
Πέτρος,
Αἰνέα,
ἰᾶταί
σε
Ἰησοῦς
Χριστός·
ἀνάστηθι
καὶ
στρῶσον
σεαυτῷ.
καὶ
εὐθέως
ἀνέστη.
35καὶ
εἶδαν
αὐτὸν
πάντες
οἱ
κατοικοῦντες
Λύδδα
καὶ
τὸν
Σαρῶνα,
οἵτινες
ἐπέστρεψαν
ἐπὶ
τὸν
κύριον.
36ἐν
Ἰόππῃ
δέ
τις
ἦν
μαθήτρια
ὀνόματι
Ταβειθά
(ἣ
διερμηνευομένη
λέγεται
Δορκάς).
αὕτη
ἦν
πλήρης
ἔργων
ἀγαθῶν
καὶ
ἐλεημοσυνῶν
ὧν
ἐποίει.
37ἐγένετο
δὲ
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
ἀσθενήσασαν
αὐτὴν
ἀποθανεῖν.
λούσαντες
δὲ
ἔθηκαν
αὐτὴν
ἐν
ὑπερῴῳ.
38ἐγγὺς
δὲ
οὔσης
Λύδδας
τῇ
Ἰόππῃ
οἱ
μαθηταὶ
ἀκούσαντες
ὅτι
Πέτρος
ἐστὶν
ἐν
αὐτῇ,
ἀπέστειλαν
δύο
ἄνδρας
πρὸς
αὐτὸν
παρακαλοῦντες,
Μὴ
ὀκνήσῃς
διελθεῖν
ἕως
ἡμῶν.
39ἀναστὰς
δὲ
Πέτρος
συνῆλθεν
αὐτοῖς·
ὃν
παραγενόμενον,
ἀνήγαγον
εἰς
τὸ
ὑπερῷον.
καὶ
παρέστησαν
αὐτῷ
πᾶσαι
αἱ
χῆραι
κλαίουσαι
καὶ
ἐπιδεικνύμεναι
χιτῶνας
καὶ
ἱμάτια
ὅσα
ἐποίει
μετ᾽
αὐτῶν
οὖσα
ἡ
Δορκάς.
40ἐκβαλὼν
δὲ
ἔξω
πάντας
ὁ
Πέτρος·
καὶ
θεὶς
τὰ
γόνατα
προσηύξατο.
καὶ
ἐπιστρέψας
πρὸς
τὸ
σῶμα
εἶπεν,
Ταβειθά,
ἀνάστηθι.
ἡ
δὲ
ἤνοιξεν
τοὺς
ὀφθαλμοὺς
αὐτῆς·
καὶ
ἰδοῦσα
τὸν
Πέτρον,
ἀνεκάθισεν.
41δοὺς
δὲ
αὐτῇ
χεῖρα
ἀνέστησεν
αὐτήν·
φωνήσας
δὲ
τοὺς
ἁγίους
καὶ
τὰς
χήρας,
παρέστησεν
αὐτὴν
ζῶσαν.
42γνωστὸν
δὲ
ἐγένετο
καθ᾽
ὅλης
τῆς
Ἰόππης,
καὶ
ἐπίστευσαν
πολλοὶ
ἐπὶ
τὸν
κύριον.
43ἐγένετο
δὲ
ἡμέρας
ἱκανὰς
μεῖναι
ἐν
Ἰόππῃ,
παρά
τινι
Σίμωνι,
βυρσεῖ.