Acts 1:1-26
Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Τὸν
μὲν
πρῶτον
λόγον
ἐποιησάμην
περὶ
πάντων,
ὦ
Θεόφιλε,
ὧν
ἤρξατο
ὁ
Ἰησοῦς
ποιεῖν
τε
καὶ
διδάσκειν
2ἄχρι
ἧς
ἡμέρας
ἐντειλάμενος
τοῖς
ἀποστόλοις
διὰ
πνεύματος
ἁγίου
οὓς
ἐξελέξατο
ἀνελήμφθη.
3οἷς
καὶ
παρέστησεν
ἑαυτὸν
ζῶντα
μετὰ
τὸ
παθεῖν
αὐτὸν
ἐν
πολλοῖς
τεκμηρίοις,
δι᾽
ἡμερῶν
τεσσεράκοντα
ὀπτανόμενος
αὐτοῖς·
καὶ
λέγων
τὰ
περὶ
τῆς
βασιλείας
τοῦ
θεοῦ.
4καὶ
συναλιζόμενος,
παρήγγειλεν
αὐτοῖς,
Ἀπὸ
Ἱεροσολύμων
μὴ
χωρίζεσθαι
ἀλλὰ
περιμένειν
τὴν
ἐπαγγελίαν
τοῦ
πατρός,
ἣν
ἠκούσατέ
μου·
5ὅτι
Ἰωάνης
μὲν
ἐβάπτισεν
ὕδατι,
ὑμεῖς
δὲ
ἐν
πνεύματι
βαπτισθήσεσθε
ἁγίῳ
οὐ
μετὰ
πολλὰς
ταύτας
ἡμέρας.
6οἱ
μὲν
οὖν
συνελθόντες,
ἠρώτων
αὐτὸν
λέγοντες,
Κύριε,
εἰ
ἐν
τῷ
χρόνῳ
τούτῳ
ἀποκαθιστάνεις
τὴν
βασιλείαν
τῷ
Ἰσραήλ;
7εἶπεν
πρὸς
αὐτούς,
Οὐχ
ὑμῶν
ἐστὶν
γνῶναι,
χρόνους
ἢ
καιροὺς
οὓς
ὁ
πατὴρ
ἔθετο
ἐν
τῇ
ἰδίᾳ
ἐξουσίᾳ·
8ἀλλὰ
λήμψεσθε
δύναμιν
ἐπελθόντος
τοῦ
ἁγίου
πνεύματος
ἐφ᾽
ὑμᾶς.
καὶ
ἔσεσθέ
μου
μάρτυρες,
ἔν
τε
Ἰερουσαλήμ,
καὶ
ἐν
πάσῃ
τῇ
Ἰουδαίᾳ,
καὶ
Σαμαρείᾳ,
καὶ
ἕως
ἐσχάτου
τῆς
γῆς.
9καὶ
ταῦτα
εἰπών,
βλεπόντων
αὐτῶν,
ἐπήρθη
καὶ
νεφέλη
ὑπέλαβεν
αὐτὸν
ἀπὸ
τῶν
ὀφθαλμῶν
αὐτῶν.
10καὶ
ὡς
ἀτενίζοντες
ἦσαν
εἰς
τὸν
οὐρανὸν
πορευομένου
αὐτοῦ,
καὶ
ἰδοὺ
ἄνδρες
δύο
παρειστήκεισαν
αὐτοῖς
ἐν
ἐσθήσεσι
λευκαῖς.
11οἳ
καὶ
εἶπαν,
̓Άνδρες
Γαλιλαῖοι,
τί
ἑστήκατε
βλέποντες
εἰς
τὸν
οὐρανόν;
οὗτος
ὁ
Ἰησοῦς
ὁ
ἀναλημφθεὶς
ἀφ᾽
ὑμῶν
εἰς
τὸν
οὐρανόν,
οὕτως
ἐλεύσεται
ὃν
τρόπον
ἐθεάσασθε
αὐτὸν
πορευόμενον
εἰς
τὸν
οὐρανόν.
12τότε
ὑπέστρεψαν
εἰς
Ἰερουσαλὴμ
ἀπὸ
̓Όρους
τοῦ
καλουμένου
Ἐλαιῶνος,
ὅ
ἐστιν
ἐγγὺς
Ἰερουσαλήμ,
σαββάτου
ἔχον
ὁδόν.
13καὶ
ὅτε
εἰσῆλθον,
εἰς
τὸ
ὑπερῷον
ἀνέβησαν
οὗ
ἦσαν
καταμένοντες·
ὅ
τε
Πέτρος,
καὶ
Ἰωάνης,
καὶ
Ἰάκωβος,
καὶ
Ἀνδρέας,
Φίλιππος,
καὶ
Θωμᾶς,
Βαρθολομαῖος,
καὶ
Μαθθαῖος,
Ἰάκωβος
(Ἁλφαίου),
καὶ
Σίμων
(ὁ
Ζηλωτής),
καὶ
Ἰούδας
(Ἰακώβου).
14οὗτοι
πάντες
ἦσαν
προσκαρτεροῦντες
ὁμοθυμαδὸν
τῇ
προσευχῇ,
σὺν
γυναιξίν,
καὶ
Μαριὰμ
τῇ
μητρὶ
τοῦ
Ἰησοῦ,
καὶ
τοῖς
ἀδελφοῖς
αὐτοῦ.
15καὶ
ἐν
ταῖς
ἡμέραις
ταύταις,
ἀναστὰς
Πέτρος
ἐν
μέσῳ
τῶν
ἀδελφῶν
εἶπεν,
ἦν
τε
ὄχλος
ὀνομάτων
ἐπὶ
τὸ
αὐτὸ
ὡς
ἑκατὸν
εἴκοσι·
16̓Άνδρες
ἀδελφοί,
ἔδει
πληρωθῆναι
τὴν
γραφήν,
ἣν
προεῖπε
τὸ
πνεῦμα
τὸ
ἅγιον,
διὰ
στόματος
Δαυεὶδ
περὶ
Ἰούδα,
τοῦ
γενομένου
ὁδηγοῦ
τοῖς
συλλαβοῦσιν
Ἰησοῦν·
17ὅτι
κατηριθμημένος
ἦν
ἐν
ἡμῖν
καὶ
ἔλαχεν
τὸν
κλῆρον
τῆς
διακονίας
ταύτης.
18(οὗτος
μὲν
οὖν
ἐκτήσατο
χωρίον
ἐκ
μισθοῦ
τῆς
ἀδικίας.
καὶ
πρηνὴς
γενόμενος
ἐλάκησεν
μέσος,
καὶ
ἐξεχύθη
πάντα
τὰ
σπλάγχνα
αὐτοῦ.
19καὶ
γνωστὸν
ἐγένετο
πᾶσι
τοῖς
κατοικοῦσιν
Ἰερουσαλήμ,
ὥστε
κληθῆναι
τὸ
χωρίον
ἐκεῖνο
τῇ
διαλέκτῳ
αὐτῶν
Ἁκελδαμάχ,
τοῦτ᾽
ἔστιν
Χωρίον
Αἵματος.)
20γέγραπται
γὰρ
ἐν
βίβλῳ
Ψαλμῶν,
Γενηθήτω
ἡ
ἔπαυλις
αὐτοῦ
ἔρημος,
καὶ
μὴ
ἔστω
ὁ
κατοικῶν
ἐν
αὐτῇ.
καί,
Τὴν
ἐπισκοπὴν
αὐτοῦ
λαβέτω
ἕτερος.
21δεῖ
οὖν
τῶν
συνελθόντων
ἡμῖν
ἀνδρῶν
ἐν
παντὶ
χρόνῳ
ᾧ
εἰσῆλθεν
καὶ
ἐξῆλθεν
ἐφ᾽
ἡμᾶς
ὁ
κύριος
Ἰησοῦς—
22ἀρξάμενος
ἀπὸ
τοῦ
βαπτίσματος
Ἰωάνου
ἕως
τῆς
ἡμέρας
ἧς
ἀνελήμφθη
ἀφ᾽
ἡμῶν·
μάρτυρα
τῆς
ἀναστάσεως
αὐτοῦ
σὺν
ἡμῖν
γενέσθαι
ἕνα
τούτων.
23καὶ
ἔστησαν
δύο·
Ἰωσὴφ
τὸν
καλούμενον
Βαρσαββᾶν
(ὃς
ἐπεκλήθη
Ἰοῦστος)
καὶ
Μαθθίαν.
24καὶ
προσευξάμενοι
εἶπαν,
Σὺ
κύριε,
καρδιογνῶστα
πάντων.
ἀνάδειξον
ὃν
ἐξελέξω
ἐκ
τούτων
τῶν
δύο
ἕνα
25λαβεῖν
τὸν
τόπον
τῆς
διακονίας
ταύτης
καὶ
ἀποστολῆς
ἀφ᾽
ἧς
παρέβη
Ἰούδας,
πορευθῆναι
εἰς
τὸν
τόπον
τὸν
ἴδιον.
26καὶ
ἔδωκαν
κλήρους
αὐτοῖς,
καὶ
ἔπεσεν
ὁ
κλῆρος
ἐπὶ
Μαθθίαν
καὶ
συνκατεψηφίσθη
μετὰ
τῶν
ἕνδεκα
ἀποστόλων.