The Bible

Old Testament

New Testament

Give Us Feedback

Acts 23:1-35

Acts 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ, εἶπεν· ̓Άνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2 δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3τότε Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε μέλλει θεός, τοῖχε κεκονιαμένε. καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4οἱ δὲ παρεστῶτες εἶπαν, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; 5ἔφη τε Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς, γέγραπται γὰρ ὅτι, ̓Άρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. 6γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραζεν ἐν τῷ συνεδρίῳ, ̓Άνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων. περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. 7τοῦτο δὲ αὐτοῦ εἰπόντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων— καὶ ἐσχίσθη τὸ πλῆθος— 8Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. 9ἐγένετο δὲ κραυγὴ μεγάλη. καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο. λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἄγγελος. 10πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπ᾽ αὐτῶν. ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν. 11τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ κύριος εἶπεν, Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. 12γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. 13ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· 14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς· ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. 16ἀκούσας δέ— υἱὸς τῆς ἀδελφῆς Παύλου— τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. 17προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη, Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον. ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ. 18 μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον, καί φησιν, δέσμιος, Παῦλος, προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σὲ ἔχοντά τι λαλῆσαί σοι. 19ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν, ἐπυνθάνετο, Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι; 20εἶπεν δὲ ὅτι, Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον, ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21σὺ οὖν μὴ πεισθῇς αὐτοῖς. ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα. οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν. καὶ νῦν εἰσὶν ἕτοιμοι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας, Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ. 23καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους· ὅπως πορευθῶσιν ἕως Καισαρείας· καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός. 24κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· 25γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον· 26Κλαύδιος Λυσίας, τῷ κρατίστῳ, ἡγεμόνι Φήλικι. χαίρειν. 27τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι. ἐξειλάμην μαθών, ὅτι Ῥωμαῖός ἐστιν. 28βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν· 29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν— μηδὲν δὲ ἄξιον θανάτου δεσμῶν ἔχοντα ἔγκλημα. 30μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ· παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. 31οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτός, εἰς τὴν Ἀντιπατρίδα· 32τῇ δὲ ἐπαύριον, ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστίν· καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας· 35Διακούσομαί σου, ἔφη, ̔Όταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.