Col 1:1-29
Colossians 1 2 3 4
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ
διὰ
θελήματος
θεοῦ,
καὶ
Τιμόθεος
ὁ
ἀδελφός·
2τοῖς
ἐν
Κολοσσαῖς
ἁγίοις,
καὶ
πιστοῖς
ἀδελφοῖς
ἐν
Χριστῷ.
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν.
3εὐχαριστοῦμεν
τῷ
θεῷ
πατρὶ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ,
πάντοτε
περὶ
ὑμῶν
προσευχόμενοι·
4ἀκούσαντες
τὴν
πίστιν
ὑμῶν
ἐν
Χριστῷ
Ἰησοῦ
καὶ
τὴν
ἀγάπην
ἣν
ἔχετε
εἰς
πάντας
τοὺς
ἁγίους,
5διὰ
τὴν
ἐλπίδα
τὴν
ἀποκειμένην
ὑμῖν
ἐν
τοῖς
οὐρανοῖς·
ἣν
προηκούσατε
ἐν
τῷ
λόγῳ
τῆς
ἀληθείας
τοῦ
εὐαγγελίου·
6τοῦ
παρόντος
εἰς
ὑμᾶς
καθὼς
καὶ
ἐν
παντὶ
τῷ
κόσμῳ·
ἐστὶν
καρποφορούμενον
καὶ
αὐξανόμενον,
καθὼς
καὶ
ἐν
ὑμῖν
ἀφ᾽
ἧς
ἡμέρας
ἠκούσατε
καὶ
ἐπέγνωτε
τὴν
χάριν
τοῦ
θεοῦ
ἐν
ἀληθείᾳ·
7καθὼς
ἐμάθετε
ἀπὸ
Ἐπαφρᾶ,
τοῦ
ἀγαπητοῦ
συνδούλου
ἡμῶν·
ὅς
ἐστιν
πιστός,
ὑπὲρ
ὑμῶν,
διάκονος
τοῦ
Χριστοῦ·
8ὁ
καὶ
δηλώσας
ἡμῖν
τὴν
ὑμῶν
ἀγάπην
ἐν
πνεύματι.
9διὰ
τοῦτο
καὶ
ἡμεῖς,
ἀφ᾽
ἧς
ἡμέρας
ἠκούσαμεν
οὐ
παυόμεθα
ὑπὲρ
ὑμῶν
προσευχόμενοι·
καὶ
αἰτούμενοι
ἵνα
πληρωθῆτε
τὴν
ἐπίγνωσιν
τοῦ
θελήματος
αὐτοῦ
ἐν
πάσῃ
σοφίᾳ
καὶ
συνέσει
πνευματικῇ·
10περιπατῆσαι
ἀξίως
τοῦ
κυρίου
εἰς
πᾶσαν
ἀρεσκείαν,
ἐν
παντὶ
ἔργῳ
ἀγαθῷ
καρποφοροῦντες·
καί,
αὐξανόμενοι
τῇ
ἐπιγνώσει
τοῦ
θεοῦ·
11ἐν
πάσῃ
δυνάμει
δυναμούμενοι
κατὰ
τὸ
κράτος
τῆς
δόξης
αὐτοῦ
εἰς
πᾶσαν
ὑπομονὴν
καὶ
μακροθυμίαν.
μετὰ
χαρᾶς,
12εὐχαριστοῦντες
τῷ
πατρὶ
τῷ
ἱκανώσαντι
ὑμᾶς
εἰς
τὴν
μερίδα
τοῦ
κλήρου
τῶν
ἁγίων,
ἐν
τῷ
φωτί·
13ὃς
ἐρύσατο
ἡμᾶς
ἐκ
τῆς
ἐξουσίας
τοῦ
σκότους
καὶ
μετέστησεν
εἰς
τὴν
βασιλείαν
τοῦ
υἱοῦ
τῆς
ἀγάπης
αὐτοῦ·
14ἐν
ᾧ
ἔχομεν
τὴν
ἀπολύτρωσιν
τὴν
ἄφεσιν
τῶν
ἁμαρτιῶν.
15ὅς
ἐστιν
εἰκὼν
τοῦ
θεοῦ
τοῦ
ἀοράτου·
πρωτότοκος
πάσης
κτίσεως,
16ὅτι
ἐν
αὐτῷ
ἐκτίσθη
τὰ
πάντα
ἐν
τοῖς
οὐρανοῖς
καὶ
ἐπὶ
τῆς
γῆς·
τὰ
ὁρατὰ
καὶ
τὰ
ἀόρατα—
εἴτε
θρόνοι,
εἴτε
κυριότητες,
εἴτε
ἀρχαί,
εἴτε
ἐξουσίαι·
τὰ
πάντα
δι᾽
αὐτοῦ
καὶ
εἰς
αὐτὸν
ἔκτισται·
17καὶ
αὐτὸς
ἔστιν
πρὸ
πάντων,
καὶ
τὰ
πάντα
ἐν
αὐτῷ
συνέστηκεν·
18καὶ
αὐτός
ἐστιν
ἡ
κεφαλὴ
τοῦ
σώματος,
τῆς
ἐκκλησίας·
ὅς
ἐστιν
ἡ
ἀρχή,
πρωτότοκος
ἐκ
τῶν
νεκρῶν·
ἵνα
γένηται
ἐν
πᾶσιν
αὐτὸς
πρωτεύων·
19ὅτι
ἐν
αὐτῷ
εὐδόκησεν
πᾶν
τὸ
πλήρωμα
κατοικῆσαι,
20καὶ
δι᾽
αὐτοῦ
ἀποκαταλλάξαι
τὰ
πάντα
εἰς
αὐτόν·
εἰρηνοποιήσας
διὰ
τοῦ
αἵματος
τοῦ
σταυροῦ
αὐτοῦ
δι᾽
αὐτοῦ
εἴτε
τὰ
ἐπὶ
τῆς
γῆς
εἴτε
τὰ
ἐν
τοῖς
οὐρανοῖς.
21καὶ
ὑμᾶς
ποτὲ
ὄντας
ἀπηλλοτριωμένους·
καὶ
ἐχθρούς,
τῇ
διανοίᾳ
ἐν
τοῖς
ἔργοις
τοῖς
πονηροῖς·
22νυνὶ
δὲ
ἀποκατήλλαξεν
ἐν
τῷ
σώματι
τῆς
σαρκὸς
αὐτοῦ
διὰ
τοῦ
θανάτου·
παραστῆσαι
ὑμᾶς,
ἁγίους
καὶ
ἀμώμους
καὶ
ἀνεγκλήτους
κατενώπιον
αὐτοῦ·
23εἴ
γε
ἐπιμένετε
τῇ
πίστει
τεθεμελιωμένοι
καὶ
ἑδραῖοι·
καὶ
μὴ
μετακινούμενοι
ἀπὸ
τῆς
ἐλπίδος
τοῦ
εὐαγγελίου
οὗ
ἠκούσατε·
τοῦ
κηρυχθέντος
ἐν
πάσῃ
κτίσει
τῇ
ὑπὸ
τὸν
οὐρανόν,
οὗ
ἐγενόμην
ἐγώ,
Παῦλος,
διάκονος.
24νῦν
χαίρω
ἐν
τοῖς
παθήμασιν
ὑπὲρ
ὑμῶν,
καὶ
ἀνταναπληρῶ
τὰ
ὑστερήματα
τῶν
θλίψεων
τοῦ
Χριστοῦ
ἐν
τῇ
σαρκί
μου
ὑπὲρ
τοῦ
σώματος
αὐτοῦ,
ὅ
ἐστιν
ἡ
ἐκκλησία·
25ἧς
ἐγενόμην
ἐγὼ
διάκονος
κατὰ
τὴν
οἰκονομίαν
τοῦ
θεοῦ
τὴν
δοθεῖσάν
μοι
εἰς
ὑμᾶς
πληρῶσαι
τὸν
λόγον
τοῦ
θεοῦ·
26τὸ
μυστήριον
τὸ
ἀποκεκρυμμένον
ἀπὸ
τῶν
αἰώνων
καὶ
ἀπὸ
τῶν
γενεῶν,
νῦν
δὲ
ἐφανερώθη
τοῖς
ἁγίοις
αὐτοῦ·
27οἷς
ἠθέλησεν
ὁ
θεὸς
γνωρίσαι
τί
τὸ
πλοῦτος
τῆς
δόξης
τοῦ
μυστηρίου
τούτου,
ἐν
τοῖς
ἔθνεσιν·
ὅ
ἐστιν
Χριστὸς
ἐν
ὑμῖν,
ἡ
ἐλπὶς
τῆς
δόξης·
28ὃν
ἡμεῖς
καταγγέλλομεν,
νουθετοῦντες
πάντα
ἄνθρωπον
καὶ
διδάσκοντες
πάντα
ἄνθρωπον
ἐν
πάσῃ
σοφίᾳ·
ἵνα
παραστήσωμεν
πάντα
ἄνθρωπον,
τέλειον
ἐν
Χριστῷ·
29εἰς
ὃ
καὶ
κοπιῶ
ἀγωνιζόμενος
κατὰ
τὴν
ἐνέργειαν
αὐτοῦ,
τὴν
ἐνεργουμένην
ἐν
ἐμοὶ
ἐν
δυνάμει.