Col 2:1-23
Colossians 1 2 3 4
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1θέλω
γὰρ
ὑμᾶς
εἰδέναι
ἡλίκον
ἀγῶνα
ἔχω
ὑπὲρ
ὑμῶν
καὶ
τῶν
ἐν
Λαοδικείᾳ,
καὶ
ὅσοι
οὐχ
ἑόρακαν
τὸ
πρόσωπόν
μου
ἐν
σαρκί·
2ἵνα
παρακληθῶσιν
αἱ
καρδίαι
αὐτῶν
συμβιβασθέντες
ἐν
ἀγάπῃ·
καὶ
εἰς
πᾶν
πλοῦτος
τῆς
πληροφορίας
τῆς
συνέσεως
εἰς
ἐπίγνωσιν
τοῦ
μυστηρίου
τοῦ
θεοῦ,
Χριστοῦ·
3ἐν
ᾧ
εἰσὶν
πάντες
οἱ
θησαυροὶ
τῆς
σοφίας
καὶ
γνώσεως
ἀπόκρυφοι.
4τοῦτο
λέγω
ἵνα
μηδεὶς
ὑμᾶς
παραλογίζηται
ἐν
πιθανολογίᾳ.
5εἰ
γὰρ
καὶ
τῇ
σαρκὶ
ἄπειμι,
ἀλλὰ
τῷ
πνεύματι
σὺν
ὑμῖν
εἰμί·
χαίρων
καὶ
βλέπων
ὑμῶν
τὴν
τάξιν
καὶ
τὸ
στερέωμα
τῆς
εἰς
Χριστὸν
πίστεως
ὑμῶν.
6ὡς
οὖν,
παρελάβετε
τὸν
Χριστὸν
Ἰησοῦν
τὸν
κύριον,
ἐν
αὐτῷ
περιπατεῖτε·
7ἐρριζωμένοι,
καὶ
ἐποικοδομούμενοι
ἐν
αὐτῷ·
καὶ
βεβαιούμενοι
τῇ
πίστει
καθὼς
ἐδιδάχθητε,
περισσεύοντες
ἐν
εὐχαριστίᾳ.
8βλέπετε
μή
τις
ὑμᾶς
ἔσται
ὁ
συλαγωγῶν
διὰ
τῆς
φιλοσοφίας
καὶ
κενῆς
ἀπάτης
κατὰ
τὴν
παράδοσιν
τῶν
ἀνθρώπων
κατὰ
τὰ
στοιχεῖα
τοῦ
κόσμου,
καὶ
οὐ
κατὰ
Χριστόν·
9ὅτι
ἐν
αὐτῷ
κατοικεῖ
πᾶν
τὸ
πλήρωμα
τῆς
θεότητος
σωματικῶς·
10καὶ
ἐστὲ
ἐν
αὐτῷ
πεπληρωμένοι,
ὅς
ἐστιν
ἡ
κεφαλὴ
πάσης
ἀρχῆς
καὶ
ἐξουσίας.
11ἐν
ᾧ,
καὶ
περιετμήθητε,
περιτομῇ
ἀχειροποιήτῳ
ἐν
τῇ
ἀπεκδύσει
τοῦ
σώματος
τῆς
σαρκός—
ἐν
τῇ
περιτομῇ
τοῦ
Χριστοῦ·
12συνταφέντες
αὐτῷ
ἐν
τῷ
βαπτισμῷ·
ἐν
ᾧ
καὶ
συνηγέρθητε
διὰ
τῆς
πίστεως
τῆς
ἐνεργείας
τοῦ
θεοῦ,
τοῦ
ἐγείραντος
αὐτὸν
ἐκ
νεκρῶν·
13καὶ
ὑμᾶς
νεκροὺς
ὄντας
τοῖς
παραπτώμασιν
καὶ
τῇ
ἀκροβυστίᾳ
τῆς
σαρκὸς
ὑμῶν·
συνεζωοποίησεν
ὑμᾶς
σὺν
αὐτῷ,
χαρισάμενος
ἡμῖν
πάντα
τὰ
παραπτώματα.
14ἐξαλείψας
τὸ
καθ᾽
ἡμῶν
χειρόγραφον
τοῖς
δόγμασιν
ὃ
ἦν
ὑπεναντίον
ἡμῖν,
καὶ
αὐτὸ
ἦρκεν
ἐκ
τοῦ
μέσου
προσηλώσας
αὐτὸ
τῷ
σταυρῷ·
15ἀπεκδυσάμενος
τὰς
ἀρχὰς
καὶ
τὰς
ἐξουσίας·
ἐδειγμάτισεν
ἐν
παρρησίᾳ
θριαμβεύσας
αὐτοὺς
ἐν
αὐτῷ.
16μὴ
οὖν
τις
ὑμᾶς
κρινέτω
ἐν
βρώσει
καὶ
ἐν
πόσει,
ἢ
ἐν
μέρει
ἑορτῆς
ἢ
νεομηνίας
ἢ
σαββάτων·
17ἅ
ἐστιν
σκιὰ
τῶν
μελλόντων·
τὸ
δὲ
σῶμα
τοῦ
Χριστοῦ.
18μηδεὶς
ὑμᾶς
καταβραβευέτω
θέλων
ἐν
ταπεινοφροσύνῃ
καὶ
θρησκείᾳ
τῶν
ἀγγέλων,
ἃ
ἑόρακεν
ἐμβατεύων·
εἰκῇ
φυσιούμενος
ὑπὸ
τοῦ
νοὸς
τῆς
σαρκὸς
αὐτοῦ,
19καὶ
οὐ
κρατῶν
τὴν
κεφαλήν·
ἐξ
οὗ
πᾶν
τὸ
σῶμα
διὰ
τῶν
ἁφῶν
καὶ
συνδέσμων,
ἐπιχορηγούμενον
καὶ
συμβιβαζόμενον
αὔξει
τὴν
αὔξησιν
τοῦ
θεοῦ.
20εἰ
ἀπεθάνετε
σὺν
Χριστῷ,
ἀπὸ
τῶν
στοιχείων
τοῦ
κόσμου·
τί
ὡς
ζῶντες
ἐν
κόσμῳ
δογματίζεσθε,
21Μὴ
ἅψῃ.
Μηδὲ
γεύσῃ.
Μηδὲ
θίγῃς—;
22ἅ
ἐστιν
πάντα
εἰς
φθορὰν
τῇ
ἀποχρήσει
κατὰ
τὰ
ἐντάλματα
καὶ
διδασκαλίας
τῶν
ἀνθρώπων.
23ἅτινά
ἐστιν
λόγον
μὲν
ἔχοντα
σοφίας
ἐν
ἐθελοθρησκίᾳ,
καὶ
ταπεινοφροσύνῃ,
καὶ
ἀφειδίᾳ
σώματος·
οὐκ
ἐν
τιμῇ
τινὶ
πρὸς
πλησμονὴν
τῆς
σαρκός.