Eph 1:1-23
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ
διὰ
θελήματος
θεοῦ·
τοῖς
ἁγίοις
τοῖς
οὖσιν
ἐν
Ἐφέσῳ,
καὶ
πιστοῖς
ἐν
Χριστῷ
Ἰησοῦ·
2χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
3εὐλογητὸς
ὁ
θεός,
καὶ
πατὴρ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ,
ὁ
εὐλογήσας
ἡμᾶς
ἐν
πάσῃ
εὐλογίᾳ
πνευματικῇ
ἐν
τοῖς
ἐπουρανίοις
ἐν
Χριστῷ·
4καθὼς
ἐξελέξατο
ἡμᾶς
ἐν
αὐτῷ,
πρὸ
καταβολῆς
κόσμου,
εἶναι
ἡμᾶς
ἁγίους
καὶ
ἀμώμους
κατενώπιον
αὐτοῦ
ἐν
ἀγάπῃ·
5προορίσας
ἡμᾶς
εἰς
υἱοθεσίαν
διὰ
Ἰησοῦ
Χριστοῦ
εἰς
αὐτόν·
κατὰ
τὴν
εὐδοκίαν
τοῦ
θελήματος
αὐτοῦ·
6εἰς
ἔπαινον
δόξης
τῆς
χάριτος
αὐτοῦ
ἧς
ἐχαρίτωσεν
ἡμᾶς
ἐν
τῷ
ἠγαπημένῳ.
7ἐν
ᾧ
ἔχομεν
τὴν
ἀπολύτρωσιν
διὰ
τοῦ
αἵματος
αὐτοῦ,
τὴν
ἄφεσιν
τῶν
παραπτωμάτων,
κατὰ
τὸ
πλοῦτος
τῆς
χάριτος
αὐτοῦ·
8ἧς
ἐπερίσσευσεν
εἰς
ἡμᾶς,
ἐν
πάσῃ
σοφίᾳ
καὶ
φρονήσει·
9γνωρίσας
ἡμῖν
τὸ
μυστήριον
τοῦ
θελήματος
αὐτοῦ,
κατὰ
τὴν
εὐδοκίαν
αὐτοῦ
ἣν
προέθετο
ἐν
αὐτῷ,
10εἰς
οἰκονομίαν
τοῦ
πληρώματος
τῶν
καιρῶν,
ἀνακεφαλαιώσασθαι
τὰ
πάντα
ἐν
τῷ
Χριστῷ—
τὰ
ἐπὶ
τοῖς
οὐρανοῖς
καὶ
τὰ
ἐπὶ
τῆς
γῆς.
11ἐν
αὐτῷ
ἐν
ᾧ
καὶ
ἐκληρώθημεν,
προορισθέντες
κατὰ
πρόθεσιν,
τοῦ
τὰ
πάντα
ἐνεργοῦντος
κατὰ
τὴν
βουλὴν
τοῦ
θελήματος
αὐτοῦ.
12εἰς
τὸ
εἶναι
ἡμᾶς
εἰς
ἔπαινον
δόξης
αὐτοῦ
τοὺς
προηλπικότας
ἐν
τῷ
Χριστῷ.
13ἐν
ᾧ
καὶ
ὑμεῖς
ἀκούσαντες
τὸν
λόγον
τῆς
ἀληθείας,
τὸ
εὐαγγέλιον
τῆς
σωτηρίας
ὑμῶν·
ἐν
ᾧ
καὶ
πιστεύσαντες,
ἐσφραγίσθητε
τῷ
πνεύματι
τῆς
ἐπαγγελίας
τῷ
ἁγίῳ·
14ὅ
ἐστιν
ἀρραβὼν
τῆς
κληρονομίας
ἡμῶν,
εἰς
ἀπολύτρωσιν
τῆς
περιποιήσεως·
εἰς
ἔπαινον
τῆς
δόξης
αὐτοῦ.
15διὰ
τοῦτο
κἀγὼ
ἀκούσας
τὴν
καθ᾽
ὑμᾶς
πίστιν
ἐν
τῷ
κυρίῳ
Ἰησοῦ
καὶ
τὴν
ἀγάπην
τὴν
εἰς
πάντας
τοὺς
ἁγίους,
16οὐ
παύομαι
εὐχαριστῶν
ὑπὲρ
ὑμῶν·
μνείαν
ποιούμενος
ἐπὶ
τῶν
προσευχῶν
μου,
17ἵνα
ὁ
θεὸς
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
ὁ
πατὴρ
τῆς
δόξης,
δώῃ
ὑμῖν
πνεῦμα
σοφίας
καὶ
ἀποκαλύψεως,
ἐν
ἐπιγνώσει
αὐτοῦ·
18πεφωτισμένους
τοὺς
ὀφθαλμοὺς
τῆς
καρδίας
ὑμῶν
εἰς
τὸ
εἰδέναι
ὑμᾶς
τίς
ἐστιν
ἡ
ἐλπὶς
τῆς
κλήσεως
αὐτοῦ,
τίς
ὁ
πλοῦτος
τῆς
δόξης
τῆς
κληρονομίας
αὐτοῦ
ἐν
τοῖς
ἁγίοις·
19καὶ
τί
τὸ
ὑπερβάλλον
μέγεθος
τῆς
δυνάμεως
αὐτοῦ
εἰς
ἡμᾶς
τοὺς
πιστεύοντας·
κατὰ
τὴν
ἐνέργειαν
τοῦ
κράτους
τῆς
ἰσχύος
αὐτοῦ
20ἣν
ἐνήργησεν
ἐν
τῷ
Χριστῷ
ἐγείρας
αὐτὸν
ἐκ
νεκρῶν
καὶ
καθίσας
ἐν
δεξιᾷ
αὐτοῦ
ἐν
τοῖς
ἐπουρανίοις·
21ὑπεράνω
πάσης
ἀρχῆς
καὶ
ἐξουσίας
καὶ
δυνάμεως
καὶ
κυριότητος
καὶ
παντὸς
ὀνόματος
ὀνομαζομένου—
οὐ
μόνον
ἐν
τῷ
αἰῶνι
τούτῳ
ἀλλὰ
καὶ
ἐν
τῷ
μέλλοντι.
22καὶ
πάντα
ὑπέταξεν
ὑπὸ
τοὺς
πόδας
αὐτοῦ
καὶ
αὐτὸν
ἔδωκεν
κεφαλὴν
ὑπὲρ
πάντα
τῇ
ἐκκλησίᾳ·
23ἥτις
ἐστὶν
τὸ
σῶμα
αὐτοῦ,
τὸ
πλήρωμα,
τοῦ
τὰ
πάντα
ἐν
πᾶσιν
πληρουμένου.