The Bible

Old Testament

New Testament

Give Us Feedback

Eph 3:1-21

Ephesians 1 2 3 4 5 6

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1τούτου χάριν, ἐγώ, Παῦλος, δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— 2εἴ γε, ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· 3ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ· 4πρὸς δύνασθε ἀναγινώσκοντες, νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· 5 ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· 6εἶναι τὰ ἔθνη συνκληρονόμα· καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου· 7οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι, κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 8ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη χάρις αὕτη τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ. 9καὶ φωτίσαι πάντας τίς οἰκονομία τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων, ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι· 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας πολυποίκιλος σοφία τοῦ θεοῦ· 11κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· 12ἐν ᾧ, ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει, διὰ τῆς πίστεως αὐτοῦ. 13διὸ αἰτοῦμαι μὴ ἐνκακεῖν ἐν ταῖς θλίψεσίν μου· ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. 14τούτου χάριν, κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται· 16ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον· 17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι· 18ἵνα ἐξισχύσητε καταλαβέσθαι, σὺν πᾶσιν τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος· 19γνῶναί τε, τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ· ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. 20τῷ δὲ δυναμένῳ, ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν· 21αὐτῷ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.