Eph 6:1-24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1τὰ
τέκνα,
ὑπακούετε
τοῖς
γονεῦσιν
ὑμῶν
ἐν
κυρίῳ,
τοῦτο
γάρ
ἐστιν
δίκαιον.
2 Τίμα
τὸν
πατέρα
σου
καὶ
τὴν
μητέρα·
ἥτις
ἐστὶν
ἐντολὴ
πρώτη
ἐν
ἐπαγγελίᾳ,
3ἵνα,
Εὖ
σοι
γένηται,
καὶ
ἔσῃ
μακροχρόνιος
ἐπὶ
τῆς
γῆς.
4καὶ
οἱ
πατέρες,
μὴ
παροργίζετε
τὰ
τέκνα
ὑμῶν·
ἀλλά,
ἐκτρέφετε
αὐτὰ
ἐν
παιδείᾳ
καὶ
νουθεσίᾳ
κυρίου.
5οἱ
δοῦλοι,
ὑπακούετε
τοῖς
κατὰ
σάρκα
κυρίοις
μετὰ
φόβου
καὶ
τρόμου·
ἐν
ἁπλότητι
τῆς
καρδίας
ὑμῶν
ὡς
τῷ
Χριστῷ·
6μὴ
κατ᾽
ὀφθαλμοδουλίαν,
ὡς
ἀνθρωπάρεσκοι·
ἀλλ᾽
ὡς
δοῦλοι
Χριστοῦ,
ποιοῦντες
τὸ
θέλημα
τοῦ
θεοῦ
ἐκ
ψυχῆς·
7μετ᾽
εὐνοίας
δουλεύοντες,
ὡς
τῷ
κυρίῳ
καὶ
οὐκ
ἀνθρώποις·
8εἰδότες
ὅτι
ἕκαστος
ἐάν
τι
ποιήσῃ
ἀγαθόν,
τοῦτο
κομίσεται
παρὰ
κυρίου
εἴτε
δοῦλος
εἴτε
ἐλεύθερος.
9καὶ
οἱ
κύριοι,
τὰ
αὐτὰ
ποιεῖτε
πρὸς
αὐτούς·
ἀνιέντες
τὴν
ἀπειλήν,
εἰδότες,
ὅτι
καὶ
αὐτῶν
καὶ
ὑμῶν
ὁ
κύριός
ἐστιν
ἐν
οὐρανοῖς,
καὶ
προσωπολημψία
οὐκ
ἔστιν
παρ᾽
αὐτῷ.
10τοῦ
λοιποῦ·
ἐνδυναμοῦσθε
ἐν
κυρίῳ
καὶ
ἐν
τῷ
κράτει
τῆς
ἰσχύος
αὐτοῦ.
11ἐνδύσασθε
τὴν
πανοπλίαν
τοῦ
θεοῦ
πρὸς
τὸ
δύνασθαι
ὑμᾶς
στῆναι
πρὸς
τὰς
μεθοδείας
τοῦ
διαβόλου·
12ὅτι
οὐκ
ἔστιν
ἡμῖν
ἡ
πάλη
πρὸς
αἷμα
καὶ
σάρκα,
ἀλλὰ
πρὸς
τὰς
ἀρχὰς
πρὸς
τὰς
ἐξουσίας,
πρὸς
τοὺς
κοσμοκράτορας
τοῦ
σκότους
τούτου,
πρὸς
τὰ
πνευματικὰ
τῆς
πονηρίας
ἐν
τοῖς
ἐπουρανίοις.
13διὰ
τοῦτο
ἀναλάβετε
τὴν
πανοπλίαν
τοῦ
θεοῦ·
ἵνα
δυνηθῆτε
ἀντιστῆναι
ἐν
τῇ
ἡμέρᾳ
τῇ
πονηρᾷ
καὶ
ἅπαντα
κατεργασάμενοι
στῆναι.
14στῆτε
οὖν,
περιζωσάμενοι
τὴν
ὀσφὺν
ὑμῶν
ἐν
ἀληθείᾳ
καὶ
ἐνδυσάμενοι
τὸν
θώρακα
τῆς
δικαιοσύνης·
15καὶ
ὑποδησάμενοι
τοὺς
πόδας,
ἐν
ἑτοιμασίᾳ,
τοῦ
εὐαγγελίου
τῆς
εἰρήνης·
16ἐν
πᾶσιν,
ἀναλαβόντες
τὸν
θυρεὸν
τῆς
πίστεως
ἐν
ᾧ
δυνήσεσθε
πάντα
τὰ
βέλη
τοῦ
πονηροῦ
τὰ
πεπυρωμένα
σβέσαι·
17καὶ
τὴν
περικεφαλαίαν
τοῦ
σωτηρίου
δέξασθε,
καὶ
τὴν
μάχαιραν
τοῦ
πνεύματος,
ὅ
ἐστιν
ῥῆμα
θεοῦ·
18διὰ
πάσης
προσευχῆς
καὶ
δεήσεως
προσευχόμενοι
ἐν
παντὶ
καιρῷ
ἐν
πνεύματι·
καὶ
εἰς
αὐτὸ
ἀγρυπνοῦντες
ἐν
πάσῃ
προσκαρτερήσει
καὶ
δεήσει
περὶ
πάντων
τῶν
ἁγίων·
19καί,
ὑπὲρ
ἐμοῦ·
ἵνα
μοι
δοθῇ
λόγος
ἐν
ἀνοίξει
τοῦ
στόματός
μου
ἐν
παρρησίᾳ
γνωρίσαι
τὸ
μυστήριον
τοῦ
εὐαγγελίου·
20ὑπὲρ
οὗ
πρεσβεύω,
ἐν
ἁλύσει·
ἵνα
ἐν
αὐτῷ
παρρησιάσωμαι,
ὡς
δεῖ
με
λαλῆσαι.
21ἵνα
δὲ
εἰδῆτε
καὶ
ὑμεῖς
τὰ
κατ᾽
ἐμέ,
τί
πράσσω
πάντα
γνωρίσει
ὑμῖν
Τύχικος·
ὁ
ἀγαπητὸς
ἀδελφὸς
καὶ
πιστὸς
διάκονος
ἐν
κυρίῳ·
22ὃν
ἔπεμψα
πρὸς
ὑμᾶς
εἰς
αὐτὸ
τοῦτο—
ἵνα
γνῶτε
τὰ
περὶ
ἡμῶν
καὶ
παρακαλέσῃ
τὰς
καρδίας
ὑμῶν.
23εἰρήνη
τοῖς
ἀδελφοῖς
καὶ
ἀγάπη
μετὰ
πίστεως
ἀπὸ
θεοῦ
πατρὸς
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
24ἡ
χάρις
μετὰ
πάντων
τῶν
ἀγαπώντων
τὸν
κύριον
ἡμῶν
Ἰησοῦν
Χριστὸν
ἐν
ἀφθαρσίᾳ.