Gal 1:1-24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
ἀπόστολος·
οὐκ
ἀπ᾽
ἀνθρώπων
οὐδὲ
δι᾽
ἀνθρώπου,
ἀλλὰ
διὰ
Ἰησοῦ
Χριστοῦ
καὶ
θεοῦ
πατρός,
τοῦ
ἐγείραντος
αὐτὸν
ἐκ
νεκρῶν·
2καὶ
οἱ
σὺν
ἐμοὶ
πάντες
ἀδελφοὶ
ταῖς
ἐκκλησίαις
τῆς
Γαλατίας·
3χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ·
4τοῦ
δόντος
ἑαυτὸν
ὑπὲρ
τῶν
ἁμαρτιῶν
ἡμῶν,
ὅπως
ἐξέληται
ἡμᾶς
ἐκ
τοῦ
αἰῶνος
τοῦ
ἐνεστῶτος
πονηροῦ,
κατὰ
τὸ
θέλημα
τοῦ
θεοῦ
καὶ
πατρὸς
ἡμῶν·
5ᾧ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων·
ἀμήν.
6θαυμάζω
ὅτι
οὕτως
ταχέως
μετατίθεσθε
ἀπὸ
τοῦ
καλέσαντος
ὑμᾶς,
ἐν
χάριτι
Χριστοῦ·
εἰς
ἕτερον
εὐαγγέλιον
7ὃ
οὐκ
ἔστιν
ἄλλο·
εἰ
μή
τινές
εἰσιν
οἱ
ταράσσοντες
ὑμᾶς
καὶ
θέλοντες
μεταστρέψαι
τὸ
εὐαγγέλιον
τοῦ
Χριστοῦ.
8ἀλλὰ
καὶ
ἐὰν
ἡμεῖς
ἢ
ἄγγελος
ἐξ
οὐρανοῦ,
εὐαγγελίζηται
ὑμῖν
παρ᾽
ὃ
εὐηγγελισάμεθα
ὑμῖν,
ἀνάθεμα
ἔστω.
9ὡς
προειρήκαμεν
καὶ
ἄρτι
πάλιν
λέγω·
εἴ
τις
ὑμᾶς
εὐαγγελίζεται
παρ᾽
ὃ
παρελάβετε,
ἀνάθεμα
ἔστω.
10ἄρτι
γάρ,
ἀνθρώπους
πείθω
ἢ
τὸν
θεόν;
ἢ
ζητῶ
ἀνθρώποις
ἀρέσκειν;
—εἰ
ἔτι
ἀνθρώποις
ἤρεσκον,
Χριστοῦ
δοῦλος
οὐκ
ἂν
ἤμην.
11γνωρίζω
γὰρ
ὑμῖν,
ἀδελφοί,
τὸ
εὐαγγέλιον
τὸ
εὐαγγελισθὲν
ὑπ᾽
ἐμοῦ
ὅτι
οὐκ
ἔστιν
κατὰ
ἄνθρωπον·
12οὐδὲ
γὰρ
ἐγὼ
παρὰ
ἀνθρώπου
παρέλαβον
αὐτό,
οὔτε
ἐδιδάχθην·
ἀλλά,
δι᾽
ἀποκαλύψεως
Ἰησοῦ
Χριστοῦ.
13ἠκούσατε
γὰρ
τὴν
ἐμὴν
ἀναστροφήν
ποτε
ἐν
τῷ
Ἰουδαϊσμῷ—
ὅτι
καθ᾽
ὑπερβολὴν
ἐδίωκον
τὴν
ἐκκλησίαν
τοῦ
θεοῦ·
καὶ
ἐπόρθουν
αὐτήν.
14καὶ
προέκοπτον
ἐν
τῷ
Ἰουδαϊσμῷ
ὑπὲρ
πολλοὺς
συνηλικιώτας
ἐν
τῷ
γένει
μου
περισσοτέρως
ζηλωτὴς
ὑπάρχων
τῶν
πατρικῶν
μου
παραδόσεων.
15ὅτε
δὲ
εὐδόκησεν
ὁ
θεός,
(ὁ
ἀφορίσας
με
ἐκ
κοιλίας
μητρός
μου,
καὶ
καλέσας
διὰ
τῆς
χάριτος
αὐτοῦ,)
16ἀποκαλύψαι
τὸν
υἱὸν
αὐτοῦ
ἐν
ἐμοὶ
ἵνα
εὐαγγελίζωμαι
αὐτὸν
ἐν
τοῖς
ἔθνεσιν.
εὐθέως,
οὐ
προσανεθέμην
σαρκὶ
καὶ
αἵματι·
17οὐδὲ
ἀνῆλθον
εἰς
Ἱεροσόλυμα
πρὸς
τοὺς
πρὸ
ἐμοῦ
ἀποστόλους·
ἀλλά,
ἀπῆλθον
εἰς
Ἀραβίαν,
καὶ
πάλιν
ὑπέστρεψα
εἰς
Δαμασκόν.
18ἔπειτα,
μετὰ
τρία
ἔτη,
ἀνῆλθον
εἰς
Ἱεροσόλυμα
ἱστορῆσαι
Κηφᾶν,
καὶ
ἐπέμεινα
πρὸς
αὐτὸν
ἡμέρας
δεκαπέντε·
19ἕτερον
δὲ
τῶν
ἀποστόλων
οὐκ
εἶδον
εἰ
μὴ
Ἰάκωβον,
τὸν
ἀδελφὸν
τοῦ
κυρίου.
20ἃ
δὲ
γράφω
ὑμῖν
ἰδοὺ
ἐνώπιον
τοῦ
θεοῦ
ὅτι
οὐ
ψεύδομαι.
21ἔπειτα,
ἦλθον
εἰς
τὰ
κλίματα
τῆς
Συρίας
καὶ
τῆς
Κιλικίας.
22ἤμην
δὲ
ἀγνοούμενος
τῷ
προσώπῳ
ταῖς
ἐκκλησίαις
τῆς
Ἰουδαίας
ταῖς
ἐν
Χριστῷ.
23μόνον
δὲ
ἀκούοντες
ἦσαν
ὅτι,
Ὁ
διώκων
ἡμᾶς
ποτὲ
νῦν
εὐαγγελίζεται
τὴν
πίστιν
ἥν
ποτε
ἐπόρθει.
24καὶ
ἐδόξαζον
ἐν
ἐμοὶ
τὸν
θεόν.