The Bible

Old Testament

New Testament

Give Us Feedback

Gal 3:1-29

Galatians 1 2 3 4 5 6

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1ὦ, ἀνόητοι Γαλάται· τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος. 2τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἐξ ἀκοῆς πίστεως; 3οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; 4τοσαῦτα ἐπάθετε εἰκῇ εἴ γε καὶ εἰκῇ; 5 οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἐξ ἀκοῆς πίστεως; 6καθώς, Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7γινώσκετε, ἄρα, ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. 8προϊδοῦσα, δέ, γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη θεός· προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι, Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. 10ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ ὅτι, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. 11ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον· ὅτι, δίκαιος ἐκ πίστεως ζήσεται. 12 δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. 13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου· γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται, Ἐπικατάρατος πᾶς κρεμάμενος ἐπὶ ξύλου· 14ἵνα εἰς τὰ ἔθνη εὐλογία τοῦ Ἀβραὰμ γένηται, ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. 15ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἐπιδιατάσσεται. 16τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν· ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός, Καὶ τῷ σπέρματί σου— ὅς ἐστιν, Χριστός. 17τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ· εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18εἰ γὰρ ἐκ νόμου κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται θεός. 19τί, οὖν, νόμος; τῶν παραβάσεων χάριν προσετέθη· ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ἐπήγγελται· διαταγεὶς δι᾽ ἀγγέλων, ἐν χειρὶ μεσίτου. 20 δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· δὲ θεός, εἷς ἐστίν. 21 οὖν, νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος δυνάμενος ζωοποιῆσαι, ὄντως ἐν νόμῳ ἂν ἦν δικαιοσύνη. 22ἀλλὰ συνέκλεισεν γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. 23πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα· συνκλειόμενοι, εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24ὥστε νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν· ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26πάντες γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28οὐκ ἔνι Ἰουδαῖος οὐδὲ ̔Έλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ. 29εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ· κατ᾽ ἐπαγγελίαν, κληρονόμοι.