Gal 4:1-31
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1λέγω
δέ·
ἐφ᾽
ὅσον
χρόνον
ὁ
κληρονόμος
νήπιός
ἐστιν,
οὐδὲν
διαφέρει
δούλου·
κύριος
πάντων
ὤν.
2ἀλλὰ
ὑπὸ
ἐπιτρόπους
ἐστὶ
καὶ
οἰκονόμους
ἄχρι
τῆς
προθεσμίας
τοῦ
πατρός.
3οὕτως
καὶ
ἡμεῖς·
ὅτε
ἦμεν
νήπιοι,
ὑπὸ
τὰ
στοιχεῖα
τοῦ
κόσμου
ἤμεθα
δεδουλωμένοι.
4ὅτε
δὲ
ἦλθεν
τὸ
πλήρωμα
τοῦ
χρόνου,
ἐξαπέστειλεν
ὁ
θεὸς
τὸν
υἱὸν
αὐτοῦ,
γενόμενον
ἐκ
γυναικός,
γενόμενον
ὑπὸ
νόμον·
5ἵνα
τοὺς
ὑπὸ
νόμον
ἐξαγοράσῃ,
ἵνα
τὴν
υἱοθεσίαν
ἀπολάβωμεν.
6ὅτι
δέ
ἐστε
υἱοί,
ἐξαπέστειλεν
ὁ
θεὸς
τὸ
πνεῦμα
τοῦ
υἱοῦ
αὐτοῦ
εἰς
τὰς
καρδίας
ἡμῶν,
κρᾶζον,
Ἀββά
ὁ
πατήρ.
7ὥστε
οὐκέτι
εἶ
δοῦλος
ἀλλὰ
υἱός·
εἰ
δὲ
υἱός,
καὶ
κληρονόμος
διὰ
θεοῦ.
8ἀλλὰ
τότε
μὲν
οὐκ
εἰδότες
θεόν,
ἐδουλεύσατε
τοῖς
φύσει
μὴ
οὖσι
θεοῖς.
9νῦν
δὲ
γνόντες
θεὸν
(μᾶλλον,
δὲ
γνωσθέντες
ὑπὸ
θεοῦ),
πῶς
ἐπιστρέφετε
πάλιν
ἐπὶ
τὰ
ἀσθενῆ
καὶ
πτωχὰ
στοιχεῖα
οἷς
πάλιν
ἄνωθεν
δουλεύειν
θέλετε;
10ἡμέρας
παρατηρεῖσθε
καὶ
μῆνας
καὶ
καιροὺς
καὶ
ἐνιαυτούς.
11φοβοῦμαι
ὑμᾶς·
μή
πως
εἰκῇ
κεκοπίακα
εἰς
ὑμᾶς.
12γίνεσθε
ὡς
ἐγὼ
ὅτι
κἀγὼ
ὡς
ὑμεῖς,
ἀδελφοί,
δέομαι
ὑμῶν.
οὐδέν
με
ἠδικήσατε.
13οἴδατε
δὲ
ὅτι
δι᾽
ἀσθένειαν
τῆς
σαρκὸς
εὐηγγελισάμην
ὑμῖν
τὸ
πρότερον·
14καὶ
τὸν
πειρασμὸν
ὑμῶν
ἐν
τῇ
σαρκί
μου·
οὐκ
ἐξουθενήσατε
οὐδὲ
ἐξεπτύσατε·
ἀλλά,
ὡς
ἄγγελον
θεοῦ
ἐδέξασθέ
με
ὡς
Χριστὸν
Ἰησοῦν.
15ποῦ
οὖν
ὁ
μακαρισμὸς
ὑμῶν;
μαρτυρῶ
γὰρ
ὑμῖν
ὅτι
εἰ
δυνατὸν
τοὺς
ὀφθαλμοὺς
ὑμῶν
ἐξορύξαντες
ἐδώκατέ
μοι.
16ὥστε
ἐχθρὸς
ὑμῶν
γέγονα
ἀληθεύων
ὑμῖν;
17ζηλοῦσιν
ὑμᾶς
οὐ
καλῶς,
ἀλλὰ
ἐκκλεῖσαι
ὑμᾶς
θέλουσιν·
ἵνα
αὐτοὺς
ζηλοῦτε.
18καλὸν
δὲ
ζηλοῦσθαι
ἐν
καλῷ
πάντοτε,
καὶ
μὴ
μόνον
ἐν
τῷ
παρεῖναί
με
πρὸς
ὑμᾶς.
19τεκνία
μου·
οὓς
πάλιν
ὠδίνω,
μέχρις
οὗ
μορφωθῇ
Χριστὸς
ἐν
ὑμῖν·
20ἤθελον
δὲ
παρεῖναι
πρὸς
ὑμᾶς
ἄρτι,
καὶ
ἀλλάξαι
τὴν
φωνήν
μου·
ὅτι
ἀποροῦμαι
ἐν
ὑμῖν.
21λέγετέ
μοι,
οἱ
ὑπὸ
νόμον
θέλοντες
εἶναι·
τὸν
νόμον
οὐκ
ἀκούετε;
22γέγραπται
γὰρ
ὅτι
Ἀβραὰμ
δύο
υἱοὺς
ἔσχεν,
ἕνα
ἐκ
τῆς
παιδίσκης
καὶ
ἕνα
ἐκ
τῆς
ἐλευθέρας.
23ἀλλ᾽
ὁ
μὲν
ἐκ
τῆς
παιδίσκης
κατὰ
σάρκα
γεγέννηται·
ὁ
δὲ
ἐκ
τῆς
ἐλευθέρας
δι᾽
ἐπαγγελίας.
24ἅτινά
ἐστιν
ἀλληγορούμενα,
αὗται
γάρ
εἰσιν
δύο
διαθῆκαι·
μία,
μὲν
ἀπὸ
ὄρους
Σινὰ
εἰς
δουλείαν
γεννῶσα,
ἥτις
ἐστὶν
̔Άγαρ,
25τὸ
δὲ
̔Άγαρ
Σινὰ
ὄρος
ἐστὶν
ἐν
τῇ
Ἀραβίᾳ
συστοιχεῖ
δὲ
τῇ
νῦν
Ἰερουσαλήμ,
δουλεύει
γὰρ
μετὰ
τῶν
τέκνων
αὐτῆς.
26ἡ
δέ,
ἄνω
Ἰερουσαλήμ·
ἐλευθέρα
ἐστίν,
ἥτις
ἐστὶν
μήτηρ
ἡμῶν·
27γέγραπται
γάρ,
Εὐφράνθητι,
στεῖρα,
ἡ
οὐ
τίκτουσα·
ῥῆξον
καὶ
βόησον,
ἡ
οὐκ
ὠδίνουσα·
ὅτι
πολλὰ
τὰ
τέκνα
τῆς
ἐρήμου
μᾶλλον
ἢ
τῆς
ἐχούσης
τὸν
ἄνδρα.
28ὑμεῖς
δέ,
ἀδελφοί,
κατὰ
Ἰσαάκ,
ἐπαγγελίας
τέκνα
ἐστέ.
29ἀλλ᾽
ὥσπερ
τότε
ὁ
κατὰ
σάρκα
γεννηθεὶς
ἐδίωκε
τὸν
κατὰ
πνεῦμα,
οὕτως
καὶ
νῦν.
30ἀλλὰ
τί
λέγει
ἡ
γραφή;
̓Έκβαλε
τὴν
παιδίσκην
καὶ
τὸν
υἱὸν
αὐτῆς
οὐ
γὰρ
μὴ
κληρονομήσει
ὁ
υἱὸς
τῆς
παιδίσκης
μετὰ
τοῦ
υἱοῦ
τῆς
ἐλευθέρας.
31διό,
ἀδελφοί,
οὐκ
ἐσμὲν
παιδίσκης
τέκνα,
ἀλλὰ
τῆς
ἐλευθέρας.