Gal 5:1-26
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1τῇ
ἐλευθερίᾳ
ἡμᾶς
Χριστὸς
ἠλευθέρωσεν·
στήκετε
οὖν,
καὶ
μὴ
πάλιν
ζυγῷ
δουλείας
ἐνέχεσθε.
2ἴδε
ἐγώ,
Παῦλος,
λέγω
ὑμῖν·
ὅτι
ἐὰν
περιτέμνησθε,
Χριστὸς
ὑμᾶς
οὐδὲν
ὠφελήσει.
3μαρτύρομαι
δὲ
πάλιν·
παντὶ
ἀνθρώπῳ
περιτεμνομένῳ,
ὅτι
ὀφειλέτης
ἐστὶν
ὅλον
τὸν
νόμον
ποιῆσαι.
4κατηργήθητε
ἀπὸ
Χριστοῦ,
οἵτινες
ἐν
νόμῳ
δικαιοῦσθε·
τῆς
χάριτος
ἐξεπέσατε.
5ἡμεῖς
γὰρ
πνεύματι
ἐκ
πίστεως
ἐλπίδα
δικαιοσύνης
ἀπεκδεχόμεθα.
6ἐν
γὰρ
Χριστῷ
Ἰησοῦ,
οὔτε
περιτομή
τι
ἰσχύει
οὔτε
ἀκροβυστία·
ἀλλὰ
πίστις
δι᾽
ἀγάπης
ἐνεργουμένη.
7ἐτρέχετε
καλῶς·
τίς
ὑμᾶς
ἐνέκοψεν
τῇ
ἀληθείᾳ
μὴ
πείθεσθαι;
8ἡ
πεισμονὴ
οὐκ
ἐκ
τοῦ
καλοῦντος
ὑμᾶς.
9μικρὰ
ζύμη
ὅλον
τὸ
φύραμα
ζυμοῖ.
10ἐγὼ
πέποιθα
εἰς
ὑμᾶς
ἐν
κυρίῳ
ὅτι
οὐδὲν
ἄλλο
φρονήσετε·
ὁ
δὲ
ταράσσων
ὑμᾶς,
βαστάσει
τὸ
κρίμα,
ὅστις
ἐὰν
ᾖ.
11ἐγὼ
δέ,
ἀδελφοί—
εἰ
περιτομὴν
ἔτι
κηρύσσω—
τί
ἔτι
διώκομαι;
ἄρα
κατήργηται
τὸ
σκάνδαλον
τοῦ
σταυροῦ.
12ὄφελον
καὶ
ἀποκόψονται
οἱ
ἀναστατοῦντες
ὑμᾶς.
13ὑμεῖς
γὰρ
ἐπ᾽
ἐλευθερίᾳ
ἐκλήθητε,
ἀδελφοί·
μόνον
μὴ
τὴν
ἐλευθερίαν
εἰς
ἀφορμὴν
τῇ
σαρκί·
ἀλλά,
διὰ
τῆς
ἀγάπης
δουλεύετε
ἀλλήλοις.
14ὁ
γὰρ
πᾶς
νόμος
ἐν
ἑνὶ
λόγῳ
πεπλήρωται
ἐν
τῷ·
Ἀγαπήσεις
τὸν
πλησίον
σου
ὡς
σεαυτόν.
15εἰ
δὲ
ἀλλήλους
δάκνετε
καὶ
κατεσθίετε,
βλέπετε,
μὴ
ὑπ᾽
ἀλλήλων
ἀναλωθῆτε.
16λέγω
δέ,
πνεύματι
περιπατεῖτε·
καὶ
ἐπιθυμίαν
σαρκὸς
οὐ
μὴ
τελέσητε.
17ἡ
γὰρ
σὰρξ
ἐπιθυμεῖ,
κατὰ
τοῦ
πνεύματος·
τὸ
δὲ
πνεῦμα
κατὰ
τῆς
σαρκός·
ταῦτα
γὰρ
ἀλλήλοις
ἀντίκειται,
ἵνα
μὴ
ἃ
ἐὰν
θέλητε
ταῦτα
ποιῆτε.
18εἰ
δὲ
πνεύματι
ἄγεσθε,
οὐκ
ἐστὲ
ὑπὸ
νόμον.
19φανερὰ
δέ
ἐστιν
τὰ
ἔργα
τῆς
σαρκός,
ἅτινά
ἐστιν·
πορνεία,
ἀκαθαρσία,
ἀσέλγεια,
20εἰδωλολατρία,
φαρμακεία,
ἔχθραι,
ἔρις,
ζῆλος,
θυμοί,
ἐριθεῖαι,
διχοστασίαι,
αἱρέσεις,
21φθόνοι,
μέθαι,
κῶμοι,
καὶ
τὰ
ὅμοια
τούτοις·
ἃ
προλέγω
ὑμῖν,
καθὼς
προεῖπον,
ὅτι
οἱ
τὰ
τοιαῦτα
πράσσοντες
βασιλείαν
θεοῦ
οὐ
κληρονομήσουσιν.
22ὁ
δὲ
καρπὸς
τοῦ
πνεύματός
ἐστιν·
ἀγάπη,
χαρά,
εἰρήνη,
μακροθυμία,
χρηστότης,
ἀγαθωσύνη,
πίστις,
23πραΰτης,
ἐγκράτεια·
κατὰ
τῶν
τοιούτων
οὐκ
ἔστιν
νόμος.
24οἱ
δὲ
τοῦ
Χριστοῦ
Ἰησοῦ
τὴν
σάρκα
ἐσταύρωσαν
σὺν
τοῖς
παθήμασιν
καὶ
ταῖς
ἐπιθυμίαις.
25εἰ
ζῶμεν
πνεύματι,
πνεύματι
καὶ
στοιχῶμεν.
26μὴ
γινώμεθα
κενόδοξοι,
ἀλλήλους
προκαλούμενοι,
ἀλλήλοις
φθονοῦντες.