The Bible

Old Testament

New Testament

Give Us Feedback

Heb 11:1-40

Hebrews 1 2 3 4 5 6 7 8 9 10 11 12 13

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. 2ἐν ταύτῃ γάρ, ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. 3πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. 4πίστει πλείονα θυσίαν ̔Άβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ· δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ· καὶ δι᾽ αὐτῆς ἀποθανών, ἔτι λαλεῖ. 5πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον— Καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν θεός· πρὸ γὰρ τῆς μεταθέσεως, μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ· 6χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. 7πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾽ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. 8πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν· καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. 9πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας— ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας· μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς θεός. 11πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας· ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. 12διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν καὶ ταῦτα νενεκρωμένου— καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἀναρίθμητος. 13κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες· μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι· καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς· 14οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. 15καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· 16νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν. 17πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος· καὶ τὸν μονογενῆ προσέφερεν, τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18πρὸς ὃν ἐλαλήθη ὅτι, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· 19λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ, ἐκομίσατο. 20πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαάκ, τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. 21πίστει Ἰακώβ, ἀποθνῄσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22πίστει Ἰωσήφ, τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. 23πίστει Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ· διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24πίστει Μωυσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· 25μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· 26μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. 27πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. 28πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος ἵνα μὴ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. 29πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. 30πίστει τὰ τείχη Ἰερειχὼ ἔπεσαν, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31πίστει Ῥαὰβ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν· δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης. 32καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυείδ, τε καὶ Σαμουήλ, καὶ τῶν προφητῶν· 33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, ἠργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν· ἔφραξαν στόματα λεόντων, 34ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης· ἐδυναμώθησαν ἀπὸ ἀσθενείας· ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. 35ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν· ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36ἕτεροι δὲ ἐμπαιγμῶν, καὶ μαστίγων πεῖραν ἔλαβον· ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι· 38ὧν οὐκ ἦν ἄξιος κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν· 40τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.