The Bible

Old Testament

New Testament

Give Us Feedback

Heb 7:1-29

Hebrews 1 2 3 4 5 6 7 8 9 10 11 12 13

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1οὗτος γὰρ Μελχισεδέκ βασιλεὺς Σαλὴμ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου· συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν· 2 καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος, Βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ ἐστιν, Βασιλεὺς εἰρήνης, 3ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος— μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. 4θεωρεῖτε δὲ πηλίκος οὗτος· καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν, ἐκ τῶν ἀκροθινίων, πατριάρχης. 5καὶ οἱ μέν, ἐκ τῶν υἱῶν Λευεί, τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαόν, κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· 6 δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκεν Ἀβραάμ· καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, εὐλόγηκεν. 7χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 8καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. 9καί, ὡς ἔπος εἰπεῖν, δι᾽ Ἀβραὰμ καὶ Λευείς— δεκάτας λαμβάνων— δεδεκάτωται· 10ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ. 11εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευειτικῆς ἱερωσύνης ἦν, λαὸς γὰρ ἐπ᾽ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· 14πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωυσῆς ἐλάλησεν. 15καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδέκ, ἀνίσταται, ἱερεὺς ἕτερος· 16ὅς, οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. 17μαρτυρεῖται γὰρ ὅτι, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. 18ἀθέτησις μὲν γάρ, γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· 19οὐδὲν γὰρ ἐτελείωσεν νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ θεῷ. 20καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, 21 δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ̓Ώμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα. 22κατὰ τοσοῦτο, καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. 23καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· 25ὅθεν καὶ σῴζειν, εἰς τὸ παντελὲς δύναται, τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ· πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. 26τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεὺς ὅσιος ἄκακος, ἀμίαντος· κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· 27ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην· ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. 28 νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν· λόγος δὲ τῆς ὁρκωμοσίας, τῆς μετὰ τὸν νόμον, υἱόν εἰς τὸν αἰῶνα τετελειωμένον.