Heb 9:1-28
Hebrews 1 2 3 4 5 6 7 8 9 10 11 12 13
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1εἶχε
μὲν
οὖν
καὶ
ἡ
πρώτη
δικαιώματα
λατρείας
τό
τε
ἅγιον
κοσμικόν.
2σκηνὴ
γὰρ
κατεσκευάσθη·
ἡ
πρώτη
ἐν
ᾗ
ἥ
τε
λυχνία,
καὶ
ἡ
τράπεζα,
καὶ
ἡ
πρόθεσις
τῶν
ἄρτων·
ἥτις
λέγεται
ἅγια·
3μετὰ
δὲ
τὸ
δεύτερον
καταπέτασμα,
σκηνὴ
ἡ
λεγομένη
ἅγια
ἁγίων,
4χρυσοῦν
ἔχουσα
θυμιατήριον
καὶ
τὴν
κιβωτὸν
τῆς
διαθήκης,
περικεκαλυμμένην
πάντοθεν
χρυσίῳ·
ἐν
ᾗ
στάμνος
χρυσῆ
ἔχουσα
τὸ
μάννα,
καὶ
ἡ
ῥάβδος
Ἀαρὼν
ἡ
βλαστήσασα,
καὶ
αἱ
πλάκες
τῆς
διαθήκης·
5ὑπεράνω
δὲ
αὐτῆς
Χερουβεὶν
δόξης,
κατασκιάζοντα
τὸ
ἱλαστήριον·
περὶ
ὧν
οὐκ
ἔστιν
νῦν
λέγειν
κατὰ
μέρος.
6τούτων
δὲ
οὕτως
κατεσκευασμένων,
εἰς
μὲν
τὴν
πρώτην
σκηνὴν
διὰ
παντὸς
εἰσίασιν
οἱ
ἱερεῖς
τὰς
λατρείας
ἐπιτελοῦντες·
7εἰς
δὲ
τὴν
δευτέραν
ἅπαξ
τοῦ
ἐνιαυτοῦ,
μόνος
ὁ
ἀρχιερεύς·
οὐ
χωρὶς
αἵματος
ὃ
προσφέρει
ὑπὲρ
ἑαυτοῦ
καὶ
τῶν
τοῦ
λαοῦ
ἀγνοημάτων·
8τοῦτο
δηλοῦντος
τοῦ
πνεύματος
τοῦ
ἁγίου
μήπω
πεφανερῶσθαι
τὴν
τῶν
ἁγίων
ὁδὸν
ἔτι
τῆς
πρώτης
σκηνῆς
ἐχούσης
στάσιν·
9ἥτις
παραβολὴ
εἰς
τὸν
καιρὸν
τὸν
ἐνεστηκότα·
καθ᾽
ἣν
δῶρά
τε
καὶ
θυσίαι
προσφέρονται
μὴ
δυνάμεναι
κατὰ
συνείδησιν
τελειῶσαι
τὸν
λατρεύοντα·
10μόνον
ἐπὶ
βρώμασιν
καὶ
πόμασιν
καὶ
διαφόροις
βαπτισμοῖς—
δικαιώματα
σαρκὸς
μέχρι
καιροῦ
διορθώσεως
ἐπικείμενα.
11Χριστὸς
δὲ
παραγενόμενος
ἀρχιερεὺς
τῶν
γενομένων
ἀγαθῶν·
διὰ
τῆς
μείζονος,
καὶ
τελειοτέρας
σκηνῆς,
οὐ
χειροποιήτου
τοῦτ᾽
ἔστιν
οὐ
ταύτης
τῆς
κτίσεως·
12οὐδὲ
δι᾽
αἵματος
τράγων
καὶ
μόσχων—
διὰ
δὲ
τοῦ
ἰδίου
αἵματος—
εἰσῆλθεν
ἐφάπαξ
εἰς
τὰ
ἅγια
αἰωνίαν
λύτρωσιν
εὑράμενος.
13εἰ
γὰρ
τὸ
αἷμα
τράγων
καὶ
ταύρων
καὶ
σποδὸς
δαμάλεως
ῥαντίζουσα
τοὺς
κεκοινωμένους
ἁγιάζει
πρὸς
τὴν
τῆς
σαρκὸς
καθαρότητα·
14πόσῳ
μᾶλλον
τὸ
αἷμα
τοῦ
Χριστοῦ,
ὃς
διὰ
πνεύματος
αἰωνίου,
ἑαυτὸν
προσήνεγκεν
ἄμωμον
τῷ
θεῷ,
καθαριεῖ
τὴν
συνείδησιν
ἡμῶν
ἀπὸ
νεκρῶν
ἔργων
εἰς
τὸ
λατρεύειν
θεῷ
ζῶντι.
15καὶ
διὰ
τοῦτο
διαθήκης
καινῆς
μεσίτης
ἐστίν,
ὅπως
θανάτου
γενομένου
εἰς
ἀπολύτρωσιν
τῶν
ἐπὶ
τῇ
πρώτῃ
διαθήκῃ,
παραβάσεων
τὴν
ἐπαγγελίαν
λάβωσιν
οἱ
κεκλημένοι
τῆς
αἰωνίου
κληρονομίας.
16ὅπου
γὰρ
διαθήκη,
θάνατον
ἀνάγκη
φέρεσθαι
τοῦ
διαθεμένου·
17διαθήκη
γὰρ
ἐπὶ
νεκροῖς
βεβαία·
ἐπεὶ
μὴ
τότε
ἰσχύει,
ὅτε
ζῇ
ὁ
διαθέμενος.
18ὅθεν
οὐδὲ
ἡ
πρώτη
χωρὶς
αἵματος
ἐνκεκαίνισται·
19λαληθείσης
γὰρ
πάσης
ἐντολῆς
κατὰ
τὸν
νόμον
ὑπὸ
Μωυσέως
παντὶ
τῷ
λαῷ,
λαβὼν
τὸ
αἷμα
τῶν
μόσχων
καὶ
τῶν
τράγων,
μετὰ
ὕδατος,
καὶ
ἐρίου
κοκκίνου
καὶ
ὑσσώπου,
αὐτό
τε
τὸ
βιβλίον
καὶ
πάντα
τὸν
λαὸν
ἐράντισεν
20λέγων,
Τοῦτο
τὸ
αἷμα
τῆς
διαθήκης
ἧς
ἐνετείλατο
πρὸς
ὑμᾶς
ὁ
θεός·
21καὶ
τὴν
σκηνὴν
δὲ
καὶ
πάντα
τὰ
σκεύη
τῆς
λειτουργίας
τῷ
αἵματι
ὁμοίως,
ἐράντισεν.
22καὶ
σχεδόν,
ἐν
αἵματι
πάντα
καθαρίζεται,
κατὰ
τὸν
νόμον·
καὶ
χωρὶς
αἱματεκχυσίας,
οὐ
γίνεται
ἄφεσις.
23ἀνάγκη
οὖν
τὰ
μὲν
ὑποδείγματα
τῶν
ἐν
τοῖς
οὐρανοῖς,
τούτοις
καθαρίζεσθαι·
αὐτὰ
δὲ
τὰ
ἐπουράνια
κρείττοσι
θυσίαις
παρὰ
ταύτας.
24οὐ
γὰρ
εἰς
χειροποίητα
εἰσῆλθεν
ἅγια
Χριστός,
ἀντίτυπα
τῶν
ἀληθινῶν·
ἀλλ᾽
εἰς
αὐτὸν
τὸν
οὐρανὸν
νῦν
ἐμφανισθῆναι
τῷ
προσώπῳ
τοῦ
θεοῦ
ὑπὲρ
ἡμῶν·
25οὐδ᾽
ἵνα
πολλάκις
προσφέρῃ
ἑαυτόν,
ὥσπερ
ὁ
ἀρχιερεὺς
εἰσέρχεται
εἰς
τὰ
ἅγια
κατ᾽
ἐνιαυτὸν
ἐν
αἵματι
ἀλλοτρίῳ·
26ἐπεὶ
ἔδει,
αὐτὸν
πολλάκις
παθεῖν,
ἀπὸ
καταβολῆς
κόσμου·
νυνὶ
δέ,
ἅπαξ,
ἐπὶ
συντελείᾳ
τῶν
αἰώνων
εἰς
ἀθέτησιν
τῆς
ἁμαρτίας
διὰ
τῆς
θυσίας
αὐτοῦ
πεφανέρωται.
27καὶ
καθ᾽
ὅσον
ἀπόκειται
τοῖς
ἀνθρώποις
ἅπαξ
ἀποθανεῖν
μετὰ
δὲ
τοῦτο
κρίσις,
28οὕτως
καὶ
ὁ
Χριστὸς
ἅπαξ
προσενεχθεὶς
εἰς
τὸ
πολλῶν
ἀνενεγκεῖν
ἁμαρτίας·
ἐκ
δευτέρου
χωρὶς
ἁμαρτίας,
ὀφθήσεται
τοῖς
αὐτὸν
ἀπεκδεχομένοις
εἰς
σωτηρίαν.